In mulierem peccatricem · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

τελώνας προσίεται, μέχρι πότε ἀκαθέκτως οἰστρῶσα τὸ τῆς ἁμαρτίας πέλαγος ἀντλῶ; Οὐ μένω νέα, οὐ μένω καλή· πάντα γὰρ παρέρχεται, πάντα μαραίνεται, καὶ ἄνθη καὶ κρίνα καὶ τῶν προσώπων τὰ κάλλη. Τί οὖν πάθω ἐφ' οἷς ἔδρασα; Ἤδη γὰρ τὸ τῆς γεέννης πῦρ ἐννοῶ, ἤδη μου τὴν ψυχὴν μετάγνωσις λαμβάνει, ὅτι ἐπ' ὀλέθρῳ τῶν νέων βιαζομένη φανῆναι καλὴ ἐν ταῖς ἀγυίαις τῆς πόλεως, ἐν ταῖς ἀγοραῖς, ἐν ἀμφόδοις ἔτρεχον, δίκτυον μὲν τοὺς πόδας ἔχουσα καὶ σαγήνην τὴν γλῶσσαν. Ὢ πόσους νεανίσκους κατέθελγον μεστὸν ἀναιδείας βλέμμα περιφέρουσα! Ἐπὶ λύμῃ γὰρ τῶν θεατῶν ὡραϊζομένη πῆ μὲν πολυπλόκοις σειραῖς τὴν κεφαλὴν ἐπύργουν, πῆ δὲ νομάδας πλοκάμων ἐκ κορυφῆς εἴων κατὰ μετώπου πλανᾶσθαι· ἄλλοτε δὲ τὰς παρειὰς ἐφοίνισσον καὶ τοὺς ὀφθαλμοὺς κατέγραφον, καὶ ἄλλοτε δακρύων λιβάδας ἠφίουν τῇ κολακείᾳ ἐκτραχηλίζουσα τὴν ψυχήν. Τίς οὖν ἐπὶ τούτοις γένωμαι; Τίνα ἰατρὸν εὕρω τῶν ἀπείρων τούτων παθῶν; Ἐὰν ἀνθρώποις τὰ κατ' ἐμαυτὴν εἴπω, ἀνωφελής μοι γίνεται τῆς ἐξαγορεύσεως ὁ τρόπος. Ἀλλὰ καλύψω τὰ κακά; Ἀλλ' οὐ δύναμαι λαθεῖν· τίνα γὰρ λάθω θεὸν λαθεῖν μὴ δυναμένη; Ποῦ οὖν φύγω πανταχοῦ τὸν δικαστὴν εὑρίσκουσα τὸν μὴ φαινόμενον μέν, πανταχοῦ δὲ διελέγχοντά μου τὰ κακά; Μία μοι σωτηρίας ὑπολέλειπται ἐλπίς, ἕν μοι ἐφόδιον πρόκειται ζωῆς, τὸ τὸν Ἰησοῦν ἐπιγνῶναι καὶ αὐτῷ προσδραμεῖν. Ὁ γὰρ τελώνας προσδεχόμενος οὐκ ἀπαναίνεται πόρνην, ὁ φαρισαίοις συνεσ θίων οὐ παραιτεῖται τῆς ἁμαρτωλοῦ τὰ δάκρυα. Ἐπεὶ οὖν ἔγνων ὡς παρὰ Σιμῶνι φαρισαίῳ κατάγεται, ἀνδρὶ λεπρῷ καὶ ἁμαρτω λῷ, δραμοῦμαι πρὸς αὐτόν. Ἀλλὰ τί αἰτήσω προσελθοῦσα; Ὀφθαλμῶν ὑγίειαν; Ἀλλὰ πρόσκαιρος ἡ χάρις. Νόσου ἀπαλλαγήν; Ἀλλὰ μικρὸν τὸ κατόρθωμα, ὁ γὰρ αἰώνιος θάνατος τοῦ παρόντος ἐστὶ βαρύτερος. Πάντα παρεῖσα τὰ τοῦ σώματος τὸ τῆς ψυχῆς ἐπιζητήσω ἴαμα. Μίαν γὰρ εὑρίσκω λύσιν τῶν ἐπηρτη μένων κακῶν, ἐὰν τὸν δικαστὴν ἴδω, ἐὰν προλάβω τῆς κολάσεως τὸν καιρόν. Μιμήσομαι Ῥαὰβ τὴν πόρνην, γυναικὸς τὸν ἐνάρετον μεταδιώξω τρόπον· οὐδὲν γὰρ παρ' ἡμῶν βούλεται θεὸς ἢ γνώμης ἐναλλαγήν. Ταῦτα εὐσεβῶς ἐπισκεψαμένη καὶ τὴν διάνοιαν πρὸς πίστιν ἐπαλείψασα ἐπεισέρχεται τῷ Ἰησοῦ ὅπου ἀνέκειτο τὴν προτέραν ἀναίδειαν εἰς ὑπόθεσιν παρρησίας λαβοῦσα. Καὶ λέγει μὲν αὐτῷ οὐδέν· οὐ γὰρ ἐτόλμα, ᾔδει γὰρ ὡς ὁ τῶν λογισμῶν ἔφορος οὐ δεῖται λόγων. Τί γὰρ εἰπεῖν εἶχε τῷ τὰ πάντα εἰδότι; Ὅτι ἥμαρτεν; Ὅτι πολλῶν κακῶν ἐργάτις γέγονεν; Ὅτι ἐρῶσα καὶ ἐρωμένη τὴν πάνδημον ἡδονὴν ἐθεράπευσεν; Ταῦτα θεῷ δῆλα ἦν, οὐ πραττόμενα μόνον, ἀλλὰ καὶ ἐν τῷ ἀφανεῖ τῆς ψυχῆς βουλευτηρίῳ γυμνούμενα. Εἰδυῖα οὖν ὡς πάντα οἶδε καὶ λαθεῖν αὐτὸν δύναται οὐδέν, θυροῖ μὲν τὴν γλῶσσαν, λαλεῖ δὲ τοῖς δάκρυσι. Στᾶσα γάρ, φησί, παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς 3 δάκρυσιν. Ἀλλ' εἰ καὶ μὴ τῇ γλώσσῃ ἐλάλει, ἀλλὰ στεναγμοῖς ἀλαλήτοις ἐφθέγγετο τὸν συντριμμὸν τῆς καρδίας ἐκκαλύπτουσα, τὸ πλῆθος τῶν ἁμαρτιῶν θριαμ βεύουσα, τοὺς ἀτόπους λογισμούς, τὰς ἐναγεῖς ἐνθυμήσεις, τὰς βεβήλους πράξεις, τὰς παρανόμους ὁμιλίας ἐκπομπεύουσα· οὐδὲν γὰρ ἦν τῶν πεπραγμένων αὐτῇ κακῶν, ὃ μὴ δάκρυσιν ἐξετραγῴδει. Ἤδει γὰρ ὅτι ὧν ὡμολόγει τὴν ἀμνηστίαν ἐλάμβα νεν. Εἶπα γάρ, φησίν, Ἐξαγορεύσω τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Καὶ οὐ μόνον ἀλαλήτως ἐφθέγγετο τοῖς στεναγμοῖς τῆς καρδίας δυσωποῦσα τὸν κύριον, ἀλλὰ καὶ σχήματι τὸ τῆς μετανοίας διέγραφε κάλλος. Ἐδάκρυσεν μὲν ὡς πολλὰ γελάσασα τοῖς καλοῖς δάκρυσι τὸν κακὸν ἐκπλύ νουσα γέλωτα, ταῖς δὲ ῥανίσι τῶν ὀφθαλμῶν τὸν τῶν παρειῶν ἐκπλύνουσα ῥύπον, ἵνα ἐν οἷς ἥμαρτεν, ἐν τούτοις καὶ ἀπο λογήσηται, ἐν οἷς ἠνόμησεν, ἐν τούτοις τὸν νομοθέτην ἐξιλεώση ται. Ὥσπερ γὰρ τὴν κοίτην ἣν ἐκθέσμως ἐμόλυνε συμπλοκῇ, δάκρυσιν ἀπέπλυνεν ὁ ∆αβίδ· Λούσω γάρ, φησί, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, οὕτω καὶ αὕτη δι' ὧν ὀφθαλμῶν πολλοὺς τῶν νέων εἰς ἀκολασίαν ὑπέσυρε δακρύων ἀφεῖσα πηγὰς τὸν δύσπλυτον τῆς ἁμαρτίας ἀπέπλυνε ῥύπον, αὐτὴ ἑαυτῇ λοῦτρον μετανοίας προβαλλομένη τὰ δάκρυα. Τὰ μὲν γὰρ δάκρυα ὡς ὕδωρ αὐτὴ παρεῖχε, τὴν δὲ ἄφεσιν ἀοράτως παρὰ τοῦ Χριστοῦ ὑπεδέχετο. Ἀλλὰ μὴν καὶ τὸν Ἀβραὰμ τάχα οὐ μιμουμένη μόνον, ἀλλὰ νικῶσα, τοὺς πόδας ἀπέπλυνε τοῦ Χριστοῦ. Ὁ μὲν γὰρ νιπτῆρα θεὶς ὕδασιν ἀπέπλυ νεν καὶ λεντίῳ κατέμασσεν, αὕτη δὲ οὐχ ὕδωρ ἀντλήσασα, ἀλλὰ κρήνας δακρύων

About this text

Amphilochius of Iconium, In mulierem peccatricem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In mulierem peccatricem — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.