Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
ἀφεῖσα τοὺς πόδας ἀπέπλυνε τοῦ Ἰησοῦ. Φεισαμένη δὲ μὴ δάκρυσιν ἁμαρτωλοῖς ἁγίους ἐνυβρίσῃ πόδας, τὸ τῶν τριχῶν κάλλος ὡς λέντιον ὑποβαλοῦσα ἀπέμασσε τοὺς πόδας. Καὶ ἦν ἰδεῖν ὅλον δι' ὅλου τὸ γύναιον πρὸς θεραπείαν τοῦ Ἰησοῦ καμπτόμενον· οἱ μὲν γὰρ ὀφθαλμοὶ ἄνωθεν ὡς κρῆναι δακρύων ἔπεμπον ὀχετούς, ἡ δὲ ψυχὴ ὥσπερ νιπτὴρ ὑποκειμένη τὰς ἐκ τῶν ποδῶν ἀποσταζούσας ἐδέχετο ῥανίδας, οἱ δὲ πλόκα μοι ἀπέμασσον λεντίου πληροῦντες σχῆμα, αἱ δὲ χεῖρες τὸ ἀλάβαστρον τοῦ μύρου καταχέουσαι τοὺς θείους ἤλειφον πόδας μύρῳ τὸ μύρον τιμῶσαι· Μύρον γάρ, φησίν, κενωθὲν ὄνομά σοι. Εἶδες πῶς ἐνίκησε τὴν ἀχάριστον τῶν Ἰουδαίων γνώμην γυνὴ ἁμαρτωλὸς καὶ θείων ἄμοιρος νόμων. Οἱ μὲν γὰρ λίθοις αὐτὸν ἔβαλλον, ἡ δὲ τοῖς τῆς εὐωδίας ηὔφραινε μύροις. Ἀλλ' Ἰουδαῖοι μὲν ὡς ἀχάριστοι, ὡς ἀσύνετοι καὶ ἀγνώμονες, κακοῖς ἠμείβοντο τὸν εὐεργέτην λίθοις τὸν ἀκρογωνιαῖον φιλο φρονούμενοι λίθον· ἡ δὲ μύρῳ ἤλειφε τοὺς πόδας τοὺς μέλλοντας δι' αὐτὴν πανημέριον ἐπὶ τῆς ἰκρίας ἰστᾶσθαι τοῦ σταυροῦ. Καὶ τί λέγω ὅτι τὸν ἀχάριστον τῶν Ἰουδαίων ἐνίκησε δῆμον, ὅπου γε ὅλον τῶν ἁγίων ὑπερηκόντισε τὸν χορόν; Ἔλαβε γὰρ χάριν ἣν οὐκ ἔλαβον βασιλεῖς, ἧς οὐκ ἔτυχον δυνάσται· Βασιλεῖς γὰρ Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Καὶ δὴ κατὰ τὸν προφήτην καὶ ἔδωκαν τὰ δῶρα καὶ πόρρωθεν προσεκύνησαν, ἀλλ' οὐδεὶς αὐτῶν τοῦ Ἰησοῦ τοὺς πόδας ἐφίλησε. Πῶς γάρ; Ἦλθον μάγοι λαβόντες ἀστέρα τῆς ἡγεσίας σύμμαχον, ἀλλὰ πόρρωθεν ἐδωροφόρουν τῆς οἰκείας τάξεως τὸ μέτρον γινώσκοντες. Ὁ οὐρανὸς γάρ μοι, φησίν, θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ἐπαινείσθω τοίνυν ἡ γυνὴ ὡς ὅλης τῆς γῆς τὴν τιμὴν ὑποδεξαμένη, ὡς ἁψα μένη ποδῶν ἀχράντων ὧν τὸν χοῦν ἔθνη καὶ πατριαὶ λείξουσι, κα τὰ τὸ εἰρημένον ὅτι τὸν χοῦν τῶν ποδῶν αὐτοῦ λείξουσι. Ἥψατο ποδῶν ἀχράντων, ἐμερίσατο πρὸς Ἰωάννην τοῦ Χριστοῦ τὸ σῶμα. Ὁ μὲν γὰρ ἐπὶ τοῦ στήθους ἀνέπεσε, θείαν γὰρ αὐτόθεν ἔμελλε διδασκαλίαν ἀπομάσσεσθαι· ἡ δὲ τοὺς ὑπὲρ ἡμῶν βαδίζον τας πόδας ὑπήλειφεν. Ἀλλ' ὁ Χριστὸς μέν, ὁ μὴ τὴν ἁμαρτίαν κρίνων, ἀλλὰ τὴν μετάνοιαν ἐπαινῶν, ὁ μὴ τὰ παρελθόντα κο λάζων, 4 ἀλλὰ τὰ μέλλοντα δοκιμάζων, ἀμνηστίᾳ παρελθὼν τὰ προλαβόντα αὐτῆς κακὰ τιμᾷ τὴν γυναῖκα καὶ ἐπαινεῖ τὴν μετά νοιαν, δικαιοῖ τὰ δάκρυα καὶ στεφανοῖ τὴν πρόθεσιν. Ὁ δὲ φαρισαῖος ὁρῶν τὸ θαῦμα πλήττεται τὴν διάνοιαν καὶ φθόνῳ βαλλόμενος οὐ παραδέχεται τῆς γυναικὸς τὴν μετάνοιαν, ἀλλὰ καὶ τὴν οὕτω τιμήσασαν τὸν κύριον ἐπιρραπίζει τῇ λοιδορίᾳ καὶ τοῦ τιμηθέντος ἐλαττοῖ τὸ ἀξίωμα ἄγνοιαν αὐτοῦ καταψηφι ζόμενος. Ἰδὼν γάρ, φησίν, ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ· Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνή, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. Ὦ ἄφρον καὶ ἀσύνετε καὶ τὰ ὅλα φαρισαῖε! Ταῦτα λέγων οὐ τῆς γυναικὸς διελέγχεις τὸν τρόπον, ἀλλὰ τῆς ἰδίας κατηγορεῖς προαιρέσεως ἀγνοεῖν αὐτὸν λέγων τίς ποτε ὑπῆρχε ἡ γυνή. Οὐκοῦν οὐχ ὡς θεὸν πάντα γινώσκοντα τῇ κλήσει ἐτίμησας· οὐκ αἰδῇ οὖν, ὦ λαμπρὲ κατήγο ρε καὶ συκοφάντα, ὅτι καλεῖς μὲν αὐτὸν ὡς θεὸν καὶ εὐλογῆσαι δυνάμενον, καταβοᾷς δὲ αὐτοῦ ὡς ἀνθρώπου καὶ μηδὲν ὑπὲρ ἡμᾶς εἰδότος. Οὗτος, φησίν, εἰ ἦν προφήτης. Καὶ πόσον σου βελτίων, ὦ φαρισαῖε, ἡ ἐν Σικήμοις γυνή, ἡ μὴ προφήτην εἰδυῖα καὶ ἐκ πρώτης ὄψεως τὸν σωτῆρα εὐγνωμόνως ὁμολογήσασα. Κύριε γάρ, φησί, θεωρῶ ὅτι προφήτης εἶ σύ. Πόσῳ δέ σου θαυμασιωτέρα καὶ αὕτη ἡ ἁμαρτωλός, ἧς τὴν μὲν ἁμαρτίαν ὁρᾷς, τὴν δὲ μετάνοιαν οὐ βλέπεις. Ἀλλὰ καὶ κατακρίνεις ἣν ὁ κριτὴς δικαιοῖ, καὶ μέμφῃ καὶ ψέγεις ἣν ὁ θεὸς ἀποδεξάμενος στεφανοῖ, ὅτι ἰδοῦσα παρά σοι θεὸν ἐν ἀνθρώπου μορφῇ κατακείμενον ἔγνω καὶ ἐτίμησε· καὶ τὰ τῆς ψυχῆς ἐκκαλύψασα τραύματα ἔλεον ᾔτησε καὶ τῶν βεβιωμένων τὴν ἀμνηστίαν. Σὺ δὲ τιμήσας τῇ κλήσει ἀτιμάζεις τῇ λοιδορίᾳ λέγων· Εἰ ἦν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ. Ἄθλιε! Ἐπειδὴ τὰ σὰ οὐκ ἤλεγξε κακά, ἄγνοιαν αὐτοῦ καταψηφίζῃ; Ἐπειδὴ τὴν πολλοῖς κακοῖς βεβαρημένην σου στέγην ὑπῆλθεν, ἀναιρεῖς αὐτοῦ τὴν γνῶσιν; Ἀλλ' ἐπειδὴ ἠξίωσας αὐτὸν τὴν σὴν ὑπελθεῖν στέγην, ἀνακλιθῆ ναι μετά σου καὶ χεῖρα ἐπιβαλεῖν τοῖς ἐδέσμασί σου, ἐπένευσε καὶ οὐκ ἀπηξίωσεν, ἕνα αὐτὸν τῶν πολλῶν νομίζεις; Ἄξιος δὲ ἦσθα ξενοδοχῆσαι θεὸν ἢ τράπεζαν παραθῆναι τῷ ἑτοιμάζοντι τράπε ζαν ἐν ἐρήμῳ; Ἀλλὰ φιλάνθρωπος ὢν οὐ
About this text
Amphilochius of Iconium, In mulierem peccatricem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In mulierem peccatricem — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.