In mulierem peccatricem · §u02-open

In mulierem peccatricem Unit 2 opening

Unit 2.

Lemma-led open — παρῃτήσατο καὶ παρὰ τῶν σῶν οἰκετῶν πόμα καὶ σιτίον ὑποδέξασθαι. Τί οὖν αἰτιᾶσαι φιλάνθρωπ

Greek

παρῃτήσατο καὶ παρὰ τῶν σῶν οἰκετῶν πόμα καὶ σιτίον ὑποδέξασθαι. Τί οὖν αἰτιᾶσαι φιλάνθρωπον δεσπότην, ὦ φαρισαῖε, ὁμοίως εἰς πάντας τὸν τῆς χρηστότητος ζυγὸν ταλαντεύοντα; Τί δὲ τὸν κώνωπα τῆς γυναικὸς διϋλίζων τὴν κάμηλον τῶν οἰκείων κακῶν καταπίνεις; Καὶ ἐπὶ σοὶ μὲν μακρόθυμον εἶναι τὸν θεὸν βούλῃ, ἐπὶ ταύτῃ δὲ ἀπότομον; Τί ἐπ' ἀλλοτρίοις ἐγκλήμασι παροξύνεις τὸν δικαστήν, ἐπὶ τοῖς οἰκείοις συγγνώμην αἰτῶν; Τί συνεφωνήσατε σὺ καὶ Ἰούδας πειρᾶσαι τὸν κύριον; Σὺ μὲν γὰρ ὡς καθαρὸς ἀπὸ ῥύπου ἐπὶ τοῖς ἁμαρτήμασι διασύρων τὴν ἄνθρωπον ἄγνοιαν καταψη φίζῃ θεοῦ, ὁ δὲ ὡς φιλόπτωχος ἀγανακτεῖ λέγων· Τίς ἡ ἀπώλεια τοῦ μύρου τούτου; Ἠδύνατο γὰρ πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. Ὢ τῆς ἀγνώμονος γνώμης! Ὢ τῶν ἀχαρίστων τρόπων! Ἀπώλειαν τίθεις, Ἰούδα, τὴν θεραπείαν τοῦ Χριστοῦ καὶ μάταιον ἀνάλωμα καλεῖς τὸ εἰς τιμὴν προχωρῆσαν θεοῦ; Πόσον ἐδώκαμεν ὧν ἐλάβομεν; Λογισώμεθα ἀφ' οὗπερ ὁ κόσμος ἀνεδείχθη, πόσοι παρὰ τῆς αὐτοῦ φύσεως ἐλέους ῥέουσι ποταμοί, καὶ οὐ λογίζεται θεὸς ζημίαν τὴν ἀφθονίαν. Πόσας ἡ γῆ εὐωδίας βλαστάνει; Πόας ῥόδων καὶ κρίνων, καὶ στύρακα, νάρδον καὶ στακτὴν καὶ τὰ ἄλλα ἀφ' ὧν τὸ καλὸν κατασκευάζεται μύρον. Καὶ οὐ λογίζεται θεὸς ἀπώλειαν. Καὶ ἵνα μικρὸν ἀλάβα στρον μύρου τοῖς ποσὶ τοῦ Χριστοῦ ἐπιχεθῇ, γογγύζεις; Μὴ οὖν προῖκα αὐτὸ ἔλαβεν, ἵνα γογγύσῃς; Ἔλαβεν μύρον καὶ ἔδειξε μετανοίας τρόπον· ἔλαβε δάκρυα καὶ ἔστησε πηγὴν ἁμαρτη μάτων. Ποία οὖν ἐστιν ἀπώλεια, εἰ ἐσώθη ἡ γυνή, δι' ἣν ὁ παράδεισος ἀπεκλείσθη, δι' ἣν Ἀδὰμ συνεξεβλήθη; Ἀλλὰ λυπεῖ σε τοῦτο, Ἰούδα; Εἰκότως· καὶ γὰρ τὸν διάβολον 5 ἐλύπησεν αὐτῆς ἡ σωτηρία. Εἶδεν γὰρ δι' αὐτῆς λοιπὸν τὸ γένος πρὸς μετάνοιαν μεταβαλλόμενον καὶ δάκνεται καὶ ἀνιᾶται οὐκ ἔχων λοιπὸν δίκτυον δι' οὗ θηράσει τὸν ἄνθρωπον· ὅθεν καί σε εἰς τὸ γογγύσαι παρώρμησεν. Εἰς τί, φησίν, ἡ ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ πραθῆναι πολλοῦ. Ἤδη πρᾶσις, Ἰούδα; Ἤδη προδοσίας μελέτη, κακῶναἰνιγμάτων ἀρχή; Ἀλλ' ὁ Ἰησοῦς οὐκ ἐλέγχει αὐτοῦ τὴν νόσον, οὐ γυμνοῖ τὸ φιλάργυρον, ἵνα μὴ τὴν μέλλουσαν προδοσίαν ἀνακρούσηται. Χριστὸς δὲ ἐπιπλήττων λέγει· Τί κόπους παρέχετε τῇ γυναικί; Τί πρὸς τοῖς προλαβοῦσι κακοῖς κακίζετε τὴν ἄνθρω πον; Αὐτάρκως ἔκαμε τὸ τῶν γυναικῶν γένος· μηδεὶς αὐτῶν τὴν σωτηρίαν ἐμποδιζέτω, μηδεὶς κοπούτω τὴν λούσασαν μύρῳ τοὺς πόδας τοὺς ὑπὲρ αὐτῆς βαδίσαντας ἐπὶ γῆς. Τοὺς πτωχοὺς γὰρ ἔχετε μεθ' ἑαυτῶν, λάβετε δὲ κἀμὲ μετὰ τῶν πτωχῶν· δι' ὑμᾶς γὰρ ἐπτώχευσα πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐμῇ πτωχείᾳ πλουτήσητε. Ἀναιρεῖτέ με καὶ οὐκ ἐγκαλῶ· ἐνταφιάζει με αὕτη καὶ γογγύζετε; Βαλοῦσα γὰρ αὕτη τὸ μύρον ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με πεποίηκεν. Οὐκ αἰδῇ οὖν, Ἰούδα, ὅτι αὕτη μὲν ἁμαρτωλὸς οὖσα μύροις με τιμᾷ, σὺ δὲ

About this text

Amphilochius of Iconium, In mulierem peccatricem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In mulierem peccatricem — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.