Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
ἁμαρτωλόν, τήν σοι μὲν ἀπηγορευμένην, ἐμοὶ δὲ σῳζομένην; Εἰσῆλθον εἰς τὸν οἶκόν σου–σὸς γὰρ ὁ οἶκος καὶ οὐκ ἐμός, ὁ λοιδορίας μεστός–ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας, πόδας τοὺς διά σε κονισθέντας, τοὺς κόπον ὑπομείναντας ἵνα κόπων τοὺς κοπιῶντας καὶ πεφορτισμένους ἐλευθερώσω. Ἐξ ἡμισείας τὴν τιμὴν προσήνεγκας τὰ μὲν ἄνωθεν θαυμάσας, τὰ δὲ κάτωθεν μὴ θεραπεύσας. Ἀλλὰ σὺ μὲν ὕδωρ εἰς τοὺς πόδας μου οὐκ ἔδωκας, αὕτη δὲ πηγὰς δακρύων ἐκ τῶν βλεφάρων ἀφεῖσα τῆς ἁμαρτίας αὐτῆς τὸν ῥύπον ἀπέσμηξε. Σύ μοι φίλημα οὐκ ἔδωκας, ὡς εἴθε μή τε Ἰούδας ὁ φιλήματι τὴν προδοσίαν ἐργασάμενος· αὕτη δὲ ἀφ' ἧς εἰσῆλθεν οὐ διέλειπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, ἔλαιον γὰρ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Πῶς γὰρ εἶχες τὴν κεφαλὴν τιμῆσαι ὁ ποδῶν ἀμελήσας; Αὕτη δὲ καὶ τοὺς πόδας μου προφητικῶς ἤλειψε μύρῳ· Μύρον γάρ, φησίν, ἐκκενωθὲν ὄνομά σοι· ἐκκενωθέν, οὐκ ἐκχυθέν. Ἐπειδὴ γὰρ τὸ σκεῦος τῆς Ἰουδαϊκῆς γνώμης ὑπόσαθρον ἦν, διὰ τοῦτο ἐκ τῆς ἀλαβαστροθήκης ὑμῶν ἐν τοῖς ποσί μου ἐξεκενώθη τὸ μύρον, ἵνα δι' ἐμοῦ εἰς τὰ ἔθνη μετοχετευθῇ τῆς εὐωδίας ἡ χάρις. Οὗ χάριν λέγω σοι· Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί· ὅτι σὺ μὲν ὁμορρόφιόν με δεξάμενος οὐδὲ φιλήματί με ἐτίμησας οὐδὲ ἀλείμματί με ἐθεράπευσας, αὕτη δὲ πολλῶν κακῶν ἀμνηστίαν λαβοῦσα ἐτίμησέ με ἐκ δακρύων καὶ μύρων οἱονεὶ διφυῆ κρατῆρα κερασαμένη. Μακαρίσωμεν οὖν τὴν ἄνθρωπον τὴν τὰ τῆς Εὔας καλύψασαν κακά, τὴν ἁμαρτωλόν, τὴν πόρνην, τὴν πρόξενον τῶν ἀγαθῶν, τὴν δείξασαν μετανοίας τρόπον καὶ γυμνώσασαν φιλανθρωπίας νόμον, τὴν αὐτὸν τὸν κριτὴν συνήγορον ἐσχηκυῖαν, τὴν δάκρυσι νικήσασαν τὸν τῆς κρίσεως ὀδυρμόν. Ὅσοι οὖν πάρεστε, ζηλώσατε ἅπερ ἠκούσατε καὶ τῆς πόρνης μὴ τὴν 7 ἡδονήν, ἀλλὰ τὸν θρῆνον μιμήσασθε. Ἡ ἡδονὴ μὲν γὰρ τὸν θρῆνον ἐγέννησεν, ὁ θρῆνος δὲ τῶν κακῶν τὴν λύσιν προεξένη σε. Λούσατε οὖν ὑμῶν μὴ ὕδασιν, ἀλλὰ δάκρυσι τὸ σῶμα· ἀλείψατε μὴ μύροις, ἀλλ' ἁγνείᾳ τὰ μέλη. Ἐνδύσασθε μὴ τὰ Σηρῶν ὑφάσματα, ἀλλὰ τὸ ἄφθαρτον τῆς σωφροσύνης ἱμάτιον, ἵνα τῆς αὐτῆς τύχητε δόξης, χάριν ἀναπέμποντες τῷ ἀμνῷ τοῦ θεοῦ τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου, ᾧ ἡ δόξα καὶ ἡ τιμή, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 8
About this text
Amphilochius of Iconium, In mulierem peccatricem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In mulierem peccatricem — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.