In mulierem peccatricem · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

εἶπον, οὐ πατριάρχῃ, οὐ προφήτῃ, οὐ νομοθέτῃ. Τότε μὲν γὰρ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος ἐζήτουν τὸ δίκαιον ἀπαιτῶν· ἀλλ' ἐπειδὴ οὐ δύνασθε φέρειν τὸ δίκαιον, χάριν ἀντεισάγω τῷ νόμῳ, ἀλάλητόν σοι μυστήριον ἐρῶ. Ὁ δέ φησι· διδάσκαλε εἰπέ. ∆ύο χρεωφειλέται ἦσαν ἑνὶ ἀνδρί. Ὅρα θεοῦ σοφίαν· 6 ἀποσιωπᾷ τὴν γυναῖκα, ἵνα μὴ κακουργήσῃ τὴν ἀπόκρισιν. Ὁ εἷς, φησίν, ὤφειλε δηνάρια πεντακόσια καὶ ὁ ἕτερος πεντήκοντα. Φοβερὸς τοῦ διηγήματος ὁ τρόπος· γραμματεῖόν ἐστιν ὁ ἡμέτερος βίος ἀοράτως γράφων καὶ λογισμοὺς καὶ πράξεις καὶ ὀφθαλμῶν ῥεμβασμοὺς καὶ ψυχῆς κινήματα. Ἀλλὰ λύει τὸν φόβον ὁ φιλάνθρωπος δανειστής, ὁ τὰ χειρόγραφα διαρρήσσων τῆς ἁμαρτίας καὶ οὐ μόνον διαρρήσσων ἀλλὰ καὶ λεαίνων τοῖς ὕδασι τοῦ βαπτίσματος, ἵνα μὴ ἴχνος στοιχείου ἢ συλλαβῆς ἀπομεῖναν ὑπόμνημα γένηται τῶν παρωχηκότων κακῶν. Μὴ ἐχόντων οὖν, φησίν, αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. Εἶδες φιλάνθρωπον δανειστήν, πῶς δανείζει μέν, οὐκ ἀπολαμβάνει δέ; Πῶς δὲ ἀγνωμονούμενος οὐ ναρκᾷ, ἀλλ' ἥπλωται αὐτοῦ τοῖς αἰτοῦσιν ἡ χείρ; Μὴ ἐχόντων, φησίν, αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. Ἀφῆκε μὴ ἐχόντων, οὐχὶ μὴ θελόντων· ἕτερον γὰρ μὴ ἔχειν καὶ ἕτερον μὴ θέλειν. Οἷόν τι λέγω· θεὸς οὐδὲν παρ' ἡμῶν ζητεῖ ἢ μετάνοιαν, ὅθεν βούλεται ἡμᾶς χαίρειν ἀεὶ καὶ προστρέχειν τῇ μετανοίᾳ. Ἐὰν οὖν θελόντων ἡμῶν μετανοῆσαι τὸ πλῆθος τῶν ἁμαρτιῶν ἄτονον τὴν μετάνοιαν ἡμῶν δείξῃ, οὐ παρὰ τὸ μὴ θέλειν, ἀλλὰ παρὰ τὸ μὴ ἔχειν οὐκ ἐκτίννυμεν τὸ χρέος. ∆ιὰ τοῦτο οὖν λέγει· Μὴ ἐχόντων αὐτῶν, ἵνα δείξῃ ὅτι ἰδὼν αὐτοὺς βουλομένους διὰ μετανοίας ἀποδοῦναι τὸ χρέος, μὴ δυναμένους δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν, ὡς φιλάνθρωπος αὐτοῖς συνεχώρησε οὐκ ἀπὸ πράξεως ἀλλ' ἀπὸ προαιρέσεως ἐλευθερώσας τῆς ὀφειλῆς τὸ ὑπόχρεον. Μὴ ἐχόντων οὖν αὐτῶν ἀποδοῦναι μὴ μαστίξας, μὴ στρεβλώσας, μὴ ὕβρει παραδοὺς ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτὸν ὀφείλει πλέον ἀγαπῆσαι; Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Βλέπε τοῦ φαρισαίου τὸ δεινόν· ὡς εἶδεν ἑαυτὸν τῷ λόγῳ ἤδη τῆς ἀληθείας ἀποκλειόμενον, τὸ ὑπολαμβάνω τέθεικε φοβούμενος τελείαν τὴν ἀπόκρισιν δοῦναι. Ὁ δὲ κύριος οὐ τὴν γνώμην αὐτοῦ ἀνέγραφεν, ἀλλὰ τὴν ἀπόκρισιν ἁρπάσας λέγει αὐτῷ· Ὀρθῶς ἀπεκρίθης. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα, τὴν

About this text

Amphilochius of Iconium, In mulierem peccatricem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In mulierem peccatricem — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.