Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
Ἄκουε συνετῶς. Τοῦ Συμεῶνος εἰρηκότος περὶ τοῦ κυρίου εἰς ἐξάκουστον τῶν παρθενικῶν ἀκοῶν τό· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, ἠγανάκτησεν εἰκὸς ἡ μήτηρ τοῦ κυρίου κατὰ τοῦ Συμεῶνος λέγουσα πρὸς αὐτόν· Οὐκ οἶδας τί διαγορεύεις, ἄνθρωπε. Ἐπὶ τὸν Χριστὸν σκυθρωπὰ καταγγέλλεις; Οὐκ οἶδας τὴν σύλληψιν τοῦ παιδίου καὶ ὡς περὶ κοινοῦ τόκου σημεῖον ἀντιλογίας μηνύεις. Οὐδεμία πτῶσις ἐν αὐτῷ, ὕψωσις δὲ πολλὴ καὶ συγκατάβασις τοῖς εὐεργετουμένοις. Τί οὖν οὐκ εὐλογεῖς φάσκων· Ἰδοὺ οὗτος κεῖται οὐκ εἰς πτῶσιν, ἀλλ' εἰς ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· διὰ τί δὲ Καὶ εἰς σημεῖον ἀντιλεγόμενον; Ὁ δὲ Συμεὼν πρὸς τὴν παρθένον· Ἀρκεῖ σοι, παρθένε, τὸ μητέρα σε κληθῆναι· ἱκανόν σοι τὸ τροφὸν εὑρεθῆναι τοῦ τρέφοντος τὸν κόσμον· μέγα σοι τὸ σαρκὶ βαστάσαι τὸν τὰ πάντα βαστάζοντα. Ὁ ἐν σοὶ νῦν Χριστὸς κατοικήσας καὶ ἐν ἐμοὶ νῦν ὁ αὐτὸς τὰ περὶ αὐτοῦ λαληθῆναι παρεσκεύασεν ὅτι Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· εἰς πτῶσιν τῶν ἀπίστων Ἰουδαίων, εἰς ἀνάστασιν δὲ τῶν πιστευόντων ἐθνῶν. Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ εἰς ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον· σημεῖον ἀντιλογίας τὸν σταυρὸν προσαγορεύσας. Ἐπειδὴ ἐν αὐτῷ τῷ σταυρῷ πολλοὶ τῶν ἀπίστων ἀντιλογίας ῥήματα προσήνεγκαν τῷ κυρίῳ λόγοις καὶ ἔργοις κωμῳδοῦντες, καλάμῳ τύπτοντες, ὄξος ποτίζοντες, χολὴν προσάγοντες, ἀκάνθινον στέφανον περιτιθέντες, λόγχῃ τὴν πλευρὰν νύττοντες, χερσὶ ῥαπίζοντες, ὀνειδιστικοῖς λόγοις βοῶντες· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Τοῦτο οὖν ἑρμηνεύων ἔλεγε· Καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Πολλοὶ ἀντεῖπον ὅτε Πέτρος ἠρνεῖτο καὶ πάντες οἱ ἀπόστολοι ὡς ἀποίμαντα πρόβατα διεσκορπίζοντο. Ἐν τῷ οὖν σταυρικῷ σημείῳ καὶ αὐτῆς τῆς παρθένου ἐπεπλήρωτο ἡ καρδία λύπης· διὸ καὶ ἔλεγε· ∆ιὰ τί μὴ προετελεύτησα; ∆ιὰ τί δὲ τὴν ἡμέραν ταύτην κατέλαβον; Παρθένος μεμένηκα καὶ μείζονα μητέρων τοῖς σπλάγχνοις δάκνομαι. Τούτους τοὺς ἀπείρους διαλογισμοὺς τῆς παρθένου ῥομφαίαν ὁ Συμεὼν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς σκάνδαλα προσοίσοντας, καθὼς ὁ κύριος προεῖπε· Πάντες ἐν ἐμοὶ σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ. Ὅθεν καὶ ἐπήγαγεν ὁ Συμεὼν φάσκων· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Ὁρᾷς πῶς τοὺς ἀπείρους 4 διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους νεφρῶν καὶ μυελῶν; Τούτοις δὲ περιέπεσεν ἡ παρθένος μηδέπω τὴν δύναμιν τῆς ἀναστάσεως εἰδυῖα καὶ ὅτι ἐκ γειτόνων ἡ ἀνάστασις οὐδέπω ἐγίνωσκεν. Ὅθεν μετὰ τὴν ἀνάστασιν οὐκέτι ῥομφαία δίστομος, ἀλλ' εὐφροσύνη καὶ ἀγαλλίασις. Σημεῖον τοίνυν ἀντιλογίας τὸ σταυρικὸν σημεῖον ὁ Συμεὼν προσηγόρευσεν, ἐν ᾧ καιρῷ ῥομφαία λογισμῶν τὴν ψυχὴν τῆς παρθένου διῆλθεν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις; Ἐξ αὐτῶν τῶν τοῦ κυρίου διδαγμάτων. Ἄκουε αὐτοῦ λέγοντος· Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ὁρᾷς πῶς τὸ σταυρικὸν πάθος σημεῖον προσηγορεύθη, οὐ μόνον ἐν τῇ καινῇ διαθήκῃ, ἀλλὰ καὶ ἐν τῇ παλαιᾷ; Σφόδρα γὰρ τὰ παλαιὰ συμφωνεῖ τῇ νέᾳ. Ἐπειδὴ εἷς καὶ ὁ αὐτὸς θεὸς ὁ κἀκεῖ νομοθετήσας καὶ ὧδε βραβεύσας. Καὶ τίς τούτου μάρτυς; Αὐτὸς ὁ κύριος. Ἄκουε αὐτοῦ λέγοντος ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ πρὸς τοὺς θεριστὰς ἀγγέλους, τὴν καθολικὴν συντέλειαν μηνύοντος· Μὴ φείσησθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε πρεσβύτην μηδὲ νεανίσκον καὶ παρθένον καὶ παιδίον καὶ γυναῖκας θανατώσατε εἰς ἐξάλειψιν, τοῖς δὲ ἐπιφερομένοις ἐπὶ τῶν μετώπων τὸ σημεῖον μὴ ἅψησθε. Ἴδετε τὸ σημεῖον τῆς παλαιᾶς καὶ τῆς νέας. Αὐτὸ γάρ ἐστιν ὁ σταυρὸς ὁ τὸν κόσμον σῴζων, διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 5
About this text
Amphilochius of Iconium, In occursum domini (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In occursum domini — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.