Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἐπιστασίᾳ, λέγουσα πρὸς τοὺς παρόντας καὶ τὰ σύμβολα τοῦ κυρίου μηνύουσα. Βρέφος ἑώρα ἡ Ἄννα τὸν κύριον, δῶρα καὶ καθάρσια ὑπὲρ αὐτοῦ καὶ μετ' αὐτοῦ προσφερόμενα, καὶ οὐ προσέκοψε τῇ ἐλαχιστότητι τῆς ἡλικίας· θεὸν ὡμολόγησεν τὸ βρέφος ἡ Ἄννα, ἰατρόν, λυτρωτὴν ἰσχυρόν, ἁμαρτιῶν ἀναιρέτην. Μὴ ἁπλῶς παραδράμῃς τῆς Ἄννης τὰ ῥήματα. Πᾶσι τοῖς παροῦσι μηνύουσα τὴν τοῦ κυρίου ἐνέργειαν ἔλεγεν πρὸς τοὺς συνηθροισμένους· Οὐχ ὁρᾶτε τὸ παιδίον τοῦτο τὸ μαζὸν ἕλκον, τὸ θηλὴν δανειζόμενον, τὸ μητρῴοις κόλποις προσαναπαυόμε νον, τὸ ποσὶ τὴν γῆν βηματίσαι τέως μὴ καταδεχόμενον, τὸ ὀκταήμερον περιτεμνόμενον; Οὐχ ὁρᾶτε τὸ παιδίον τοῦτο; Τοῦτο τοὺς αἰῶνας ἐθεμελίωσεν, τοῦτο τοὺς οὐρανοὺς ἐκαμάρωσε, τοῦτο τὴν γῆν ἐπλάτυνε, τοῦτο τὴν θάλασσαν ἐχαράκωσε ψάμμῳ. Τοῦτο τὸ παιδίον ἐκβάλλει ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, τοῦτο τὸ παιδίον ἐπὶ Νῶε τοὺς καταράκτας ἀνέῳξεν τοῦ κατακλυσμοῦ, τοῦτο τὸ παιδίον βροχῆς στήμονας κατεργάζεται, τοῦτο τὸ παιδίον ὡσεὶ ἔριον χιόνα τινάσσει, τοῦτο τὸ παιδίον τοὺς προπάτορας ἡμῶν ἐκ γῆς Αἰγύπτου διὰ τῆς Μωσαϊκῆς βακτηρίας ἠλευθέρωσεν, τοῦτο τὸ παιδίον τὴν Ἐρυθρὰν θάλασσαν ἀνέτεμε καὶ ὡς διὰ χλοηφόρου πεδίου διήγαγεν καὶ ἐν τῇ ἐρήμῳ ἐπομβρίσαν τὸ μάννα γῆν ῥέουσαν γάλα καὶ μέλι ἐκληροδότησεν· τοῦτο τὸ παιδίον τὸν ναὸν τοῦτον διὰ τῶν πατέρων εἰς ὕψος ἐπαρθῆναι παρεσκεύασεν, τοῦτο τὸ παιδίον ὅρκους πρὸς Ἀβραὰμ τιθέμενον ἔλεγε· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Περὶ τούτου τοῦ παιδίου ὁ προφητικὸς χορὸς παράκλησιν προσφέρων ἔλεγεν· Ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Μή, ὅτι παιδίον, τῷ παιδίῳ προσκόψητε. Τὸ αὐτὸ καὶ παιδίον καὶ τῷ πατρὶ συνάναρχον, τὸ αὐτὸ καὶ χρόνοις συναριθμούμενον, τὸ αὐτὸ καὶ ἀγενεαλόγητον, τὸ αὐτὸ καὶ παιδίον ψελλίζον, τὸ αὐτὸ καὶ στόμα καὶ σοφίαν χαριζόμενον· τὸ μὲν γὰρ διὰ τὴν ἐκ παρθένου γέννησιν, τὸ δὲ διὰ τὸ ἀκατάληπτον τῆς ὑπάρξεως. Ἐπειδὴ καὶ τοῦτο Ἠσαΐας παρέστη σεν φάσκων· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Τὸ μὲν ἐγεννήθη, τὸ δὲ ἐδόθη· τὸ μὲν διὰ τὸ ὁρώμενον, τὸ δὲ διὰ τὸ νοούμενον. Ταῦτα τῆς Ἄννης τὰ προφητεύματα, ταῦτα τῆς γυναικὸς τὰ ἀριστολογήματα, ταῦτα τῆς χήρας τὰ κατορθώματα, τῆς ὄντως χήρας, τῆς καλῶς τὸν βίον ἀνταλλαξάσης, τῆς τὸν ἄνδρα προπεμψάσης καὶ τὸν κύριον ὑποδεξαμένης. Ἑπτὰ ἔτη τῷ ἀνδρὶ συνέζησε ἀπὸ τῆς παρθενίας ἐτῶν ἑβδομάδα πληρώσασα καὶ ἐν τῷ ἑβδόμῳ ἔτει τὴν ἀνδρικὴν ὁμιλίαν καταπαύσασα. Καλῶς ἐσαββά τισε, καλῶς τὴν κυριακὴν τῆς χάριτος κατέλαβε. Τρυγόνος τάξιν ἡ Ἄννα μετῆλθεν· οὐκ ἐποιήσατο λήθην τοῦ συζύγου, οὐκ ἠθέτησε τὴν πρώτην πίστιν, οὐκ ἀνήγαγεν ὑβριστὴν τῇ κλίνῃ, οὐκ ἐπέθηκεν ἄλλῳ τὸ τῆς μονογαμίας ξύλον. Εἶχεν ἐν τῇ κλίνῃ τὴν μνήμην, ὡς ζῶντα τὸν τεθνεῶτα· 3 οὐκ ἐρύπωσε τὴν νυμφικὴν σινδόνα, οὐχ ἥψατο αὐτῆς ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ὄντως κρίματος ἀξία ἡ τὴν μνήμην συνθάψασα τῷ θεοζεύκτῳ συζύγῳ, καὶ μάλιστα τέκνου ἢ τέκνων παρόντων διὸ καὶ ὁ νόμος τοῦ γάμου πεφυτούργηται· εἰ δὲ μὴ πρόσεστι τῇ νέᾳ χήρᾳ τέκνον, εἰκὸς αὐτὴν ἐπὶ δεύτερον γάμον ὁρμᾶν τῷ ἔρωτι τῆς φιλοτεκνίας νυττομένην. Ἐπειδὴ καὶ τοῦτο παραινῶν ὁ μακάριος Παῦλος κέκραγεν· Βούλομαι νεωτέρας χήρας γαμεῖν· εἶτα δεικνὺς τί τὸ σύμβολον τῆς προκοπῆς τοῦ δευτέρου γάμου προσέθηκε λέγων· Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ὥστε περὶ τῆς παιδοποιΐας ἡ προσθήκη τοῦ δευτέρου γάμου· ὅταν δὲ πρόσεστι τῇ ὁρμησάσῃ νέᾳ χήρᾳ πρὸς γάμον τέκνα, περιττὸς λοιπὸν ὁ τοιοῦτος σπόρος τῶν λογικῶν σταχύων ἀντεριζόντων. Πάλιν οὖν τῷ λόγῳ ἐπανέλθωμεν· τί οὖν ὁ εὐαγγελιστής; Καλὸν γὰρ τῆς πάσης πραγματείας ἐπιλαβέσθαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος πῶς ὁ Συμεὼν πρὸς τὴν παρθένον ἔφη· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Τί ἐστι Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία;
About this text
Amphilochius of Iconium, In occursum domini (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In occursum domini — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.