Oratio in resurrectionem domini Unit 1 opening
Unit 1.
Lemma-led open — ...χαρᾶς ἡμέρα καὶ εὐφροσύνης ἀγαπητοί, ἡμέρα ἀγαλλιάσεως καὶ σωτηρίας, ἡμέρα φωτισμοῦ καὶ
Greek
Oratio in resurrectionem domini ...χαρᾶς ἡμέρα καὶ εὐφροσύνης ἀγαπητοί, ἡμέρα ἀγαλλιάσεως καὶ σωτηρίας, ἡμέρα φωτισμοῦ καὶ ἁγιασμοῦ, ἡμέρα εἰρήνης καὶ καταλλαγῆς· ἡμέρα ἀναπλάσεως καὶ ἀνακαινισμοῦ τῶν ἡμετέρων ψυχῶν, ἡμέρα ὄντως μεγάλη καὶ θαυμαστὴ καὶ ἐπιφανής· ἐν ταύτῃ συνήγειρεν ἡμᾶς ὁ Χριστὸς ἐρριμμένους τῇ ἁμαρτίᾳ, ἐν ταύτῃ συνεζωοποίησεν ἡμᾶς ὁ Χριστὸς νενεκρωμένους τοῖς παραπτώμασιν· ἐν ταύτῃ τὸν παράδεισον ἀνέῳξεν, ἀπολαύειν ἡμᾶς τοῦ ξύλου τῆς ζωῆς· ὅπερ ἐστὶν τὸ τίμιον καὶ ζωοποιὸν αὐτοῦ σῶμα καὶ 69 αἷμα δι' οὗ καθαιρόμεθα καὶ ἁγιαζόμεθα καὶ φωτιζόμεθα καὶ ἐγκαινιζόμεθα. λύτρον γὰρ ἔδωκεν ἑαυτὸν ὁ Χριστὸς ὑπὲρ ἡμῶν πάντων, καὶ προήγαγεν ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ἀπὸ τοῦ σκότους εἰς φῶς, ἀπὸ τῆς δουλείας εἰς ἐλευθερίαν, ἀπό τε ἔχθρας εἰς γνησιεύουσαν φιλίαν· ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας καὶ τῆς ἁμαρτίας γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μηκέτι ὦμεν δοῦλοι ἀλλ' ἐλεύθεροι, μηκέτι ἐμπαθεῖς ἀλλ' ἀπαθεῖς, μηκέτι φιλόκοσμοι ἀλλὰ φιλόθεοι, μηκέτι κατὰ σάρκα περιπατοῦντες ἀλλὰ κατὰ πνεῦμα. ... ἡγίασεν, ἐδόξασεν ἡμᾶς ἐν πνεύματι ἁγίῳ, ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν· ἡμεῖς δὲ τί ἀνταποδώσομεν τῷ κυρίῳ περὶ πάντων τούτων ὧν ἡμῖν ἀνταπέδωκεν ... τί ἀνταποδώσομεν ἴσον τῇ ὑπερβαλλούσῃ αὐτοῦ δωρεᾷ τε καὶ χάριτι; ... εὐχαριστήσωμεν καὶ προσπέσωμεν τῷ κυρίῳ καὶ προσκυνήσωμεν αὐτῷ, καὶ προσφέρωμεν τὰ μῦρα καὶ τοὺς ὕμνους ὡς δῶρα μετὰ φόβου καὶ εὐλαβείας· φιλάνθρωπος γάρ ἐστι καὶ φιλάγαθος ὁ δεσ 70 πότης, καὶ πάντα προσδέχεται, εἰ καὶ μικρά εἰσι καὶ εὐτελῆ τὰ παρ' ἡμῶν αὐτῷ προσαγόμενα. ἀγαπήσωμεν καὶ ἡμεῖς, ἀδελφοί μου, τὸν ἀγαπήσαντα κατὰ χάριν ἡμᾶς, ἀποθάνωμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν δωρεάν, πορευθῶμεν ὀπίσω τῶν ἁγίων αὐτοῦ ἐντολῶν· καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, προσάξωμεν τῷ θεῷ ἡμῶν πράξεις ἀγαθάς, πίστιν, ἀγάπην, ἐλπίδα καὶ ὑπομονήν, συντριμμὸν καρδίας, κατανύξεως δωρεά, συνειδήσεως κάθαρσιν, νέκρωσιν τῶν ἐπὶ γῆς μελειῶν, πορνείας, ἀκαθαρσίας, πάθους, ἐπιθυμίας κακῆς καὶ τῆς πλεονεξίας· δουλεύσωμεν τῷ κυρίῳ μετὰ συνέσεως καὶ εὐσταθείας καὶ καρτερίας καὶ ὑπομονῆς· ἐνστερνισώμεθα τὸ φίλτρον τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν· ᾄσωμεν αὐτῷ ᾆσμα καινόν, πάντες ᾄσωμεν, κροτήσωμεν τὰς χεῖρας καὶ ἀλαλάξωμεν τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως ὅτι κύριος ὕψιστος φοβερὸς βασιλεὺς ἐπὶ πᾶσαν τὴν γῆν ... μέγας κύριος καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας· μέγας κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· κατήργησεν καὶ ἐπάταξε τὸν ἀλαζόνα καὶ ὑπερήφανον ἐχθρὸν ἡμῶν καὶ διάβολον καὶ τὸν θάνατον κατεπάτησε καὶ πάντας ἀνέστησε ζωὴν ἡμῖν αἰώνιον δωρησάμενος. 71 ... ἀπολαύσωμεν πάντες, ἀγαπητοί, τῶν ἀγαθῶν χαρισμάτων ταύτης τῆς καλῆς πανηγύρεως· εἰσέλθωμεν χαίροντες εἰς
About this text
Amphilochius of Iconium, Oratio in resurrectionem domini (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s Oratio in resurrectionem domini — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.