Oratio in resurrectionem domini · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

τὴν χαρὰν τοῦ κυρίου ἡμῶν ... ἄρχοντες καὶ ἀρχόμενοι ... πρεσβύτεροι μετὰ νεωτέρων, ἄνδρες καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, δοξάσατε καὶ μεγαλύνατε κύριον τὸν θεὸν ἡμῶν καὶ τὴν λαμπρὰν ταύτην ἡμέραν καὶ φαιδρὰν ἐορτὴν ὑμνήσατε καὶ θαυμάσατε καὶ τιμήσατε, νηστεύοντες καὶ κοπιάσαντες ... ἐορτάσατε σήμερον. πλούσιοι καὶ πένητες μετὰ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον· ἡ τράπεζα γέμει· μηδεὶς ἐξέλθῃ πεινῶν καὶ στερούμενος· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος, ὅτι τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· πάντες ἀντλήσατε ἐκ τῆς ἀκενώτου πηγῆς τοῦ σωτῆρος θεοῦ καὶ 1 εὐφράνθητε· γεύσασθε καὶ ἴδετε ὅτι Χριστὸς ὁ κύριος· θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν· μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἀπὸ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον· 72 ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ σωτῆρος θάνατος. ἔσωσε γὰρ ἡμᾶς Χριστὸς ὁ θεὸς καὶ τοῦ ᾅδου ἐρρύσατο· ἐξήρπασεν ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ τῆς δουλείας αὐτοῦ ἠλευθέρωσεν· ἐπικράνθη ὁ ᾅδης γευσάμενος τῆς τιμίας καὶ ἁγίας σαρκὸς τοῦ δεσπότου καθὼς Ἡσαΐας προεῖπεν· ἐπικράνθη ὁ Ἅιδης συναντήσας σοι κάτω· ἐπικράνθη· καὶ γὰρ κατηργήθη· ἐπικράνθη· καὶ γὰρ ἐνεπαίχθη· ἐπικράνθη· καὶ γὰρ ἐδεσμεύθη· ἔλαβε σῶμα καὶ θεῷ περιέτυχεν· ἔλαβεν ὅπερ ἔβλεπε καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε· κατέπιεν ὁ θάνατος ἀγνοῶν, καὶ καταπιὼν ἔγνω ὃν κατέπιεν· κατέπιεν ζωήν, κατεπόθη ὑπὸ τῆς ζωῆς· κατέπιεν τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε τὸν ἕνα διὰ τοὺς πάντας. ἥρπασεν ὡς λέων, συνεθλάσθη δὲ τοὺς ὀδόντας. διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἴσχυεν· ἐν Χριστῷ δὲ ἁμαρτίαν μὴ εὑρὼν ἀνενέργητος ἔμεινεν. εὔκαιρον οὖν εἰπεῖν· ποῦ σου, θάνατε, τὸ κέντρον, ποῦ σου, ᾅδη, τὸ νῖκος; ἀνέστη Χριστὸς καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς καὶ χαίρουσιν ἄγγελοι· ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες. 73 ἀνέστη Χριστὸς καὶ φθορᾶς ἐλυτρώθημεν· ἀνέστη Χριστὸς καὶ κατάρας ἐρρύσθημεν· ἀνέστη Χριστὸς καὶ ἡμεῖς συνανέστημεν· ἀνέστη Χριστὸς καὶ ἡμεῖς ἐζωώθημεν· Χριστὸς ἐκ νεκρῶν ἀναστὰς ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις καὶ ἡ μεγαλοσύνη νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Oratio in resurrectionem domini Λαμπρὰ καὶ μεγάλη καὶ θαυμαστὴ ἡ παροῦσα ἡμέρα, καὶ χαρᾶς ὄντως καὶ

About this text

Amphilochius of Iconium, Oratio in resurrectionem domini (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Oratio in resurrectionem domini — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.