Oratio in resurrectionem domini · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

εὐφροσύνης ἡμέρα καὶ ἀνέσεως καὶ θυμηδίας πνευματικῆς καὶ ἀγαλλιάσεως, ἡμέρα ἐλευθερίας καὶ φωτισμοῦ καὶ ἁγιασμοῦ, ἡμέρα καταλλαγῆς καὶ εἰρήνης καὶ σωτηρίας καὶ βοηθείας τῶν ἡμετέρων ψυχῶν. ἐν ταύτῃ συνήγειρεν ἡμᾶς ὁ Χριστὸς ἐρριμμένους τῇ ἁμαρτίᾳ, ἐν ταύτῃ συνεζωοποίησε νενεκρωμένους τοῖς παραπτώμασιν, ἐν ταύτῃ τὸν παράδεισον ἀνέῳξεν ἡμῖν ὃν ἔκλεισεν ἡ τῶν προπατόρων ἡμῶν παρακοὴ καὶ παράβασις, ἐν ταύτῃ τοῦ τιμίου καὶ ζωοποιοῦ αὐτοῦ σώματός τε καὶ αἵματος ἀπολαύειν ἡμᾶς ἠξίωσε, δι' ὧν καθαιρόμεθα καὶ φωτιζόμεθα καὶ ἁγιαζόμεθα· λύτρον γὰρ ἔδωκεν ἑαυτὸν ὁ Χριστὸς ὑπὲρ ἡμῶν, καὶ προήγαγεν ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ἀπὸ σκότους εἰς φῶς, ἀπὸ τῆς δουλείας εἰς ἐλευθερίαν, ἀπὸ τῆς ἔχθρας εἰς γνησιεύουσαν φιλίαν· «ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας « καὶ τῆς ἁμαρτίας «γενόμενος ὑπὲρ ἡμῶν κατάρα « ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μηκέτι ὦμεν δοῦλοι ἀλλ' ἐλεύθεροι, μηκέτι ἐμπαθεῖς ἀλλ' ἀπαθεῖς, μηκέτι φιλόκοσμοι ἀλλὰ φιλόθεοι, μηκέτι «κατὰ σάρκα περιπατοῦντες ἀλλὰ κατὰ πνεῦμα «· ἡγίασεν καὶ ἐδόξασεν ἡμᾶς ἐν πνεύματι ἁγίῳ «ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν «. «τί ἀνταποδώσομεν τῷ κυρίῳ περὶ πάντων ὧν ἡμῖν ἀνταπέδωκε «, τί ἀνταποδώσομεν τῇ ὑπερβαλλούσῃ τοῦ θεοῦ δωρεᾷ τε καὶ χάριτι; εὐχαριστήσωμεν καὶ προσκυνήσωμεν καὶ προσενέγκωμεν αὐτῷ τὰ μῦρα καὶ τοὺς ὕμνους ὡς δῶρα μετὰ φόβου καὶ εὐλαβείας καὶ ταπεινώσεως· φιλάνθρωπος γάρ ἐστι καὶ συμπαθὴς ὁ δεσπότης, καὶ πάντα προσδέχεται εἰ καὶ μικρά εἰσι καὶ εὐτελῆ τὰ παρ' ἡμῶν αὐτῷ προσαγόμενα. ἀγαπήσωμεν, ἀδελφοί μου, τὸν ἀγαπήσαντα κύριον κατὰ χάριν ἡμᾶς, ἀποθάνωμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν δωρεάν, 2 πορευθῶμεν ὀπίσω τῶν ἁγίων αὐτοῦ ἐντολῶν, «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος «, προσάξωμεν τῷ θεῷ ἡμῶν πράξεις ἀγαθάς, πίστιν, ἀγάπην, ἐλπίδα, ὑπομονήν, συντριμμὸν καρδίας, κατανύξεως δάκρυα, συνειδήσεως κάθαρσιν, νέκρωσιν πάσης ἁμαρτίας καὶ ἐπιθυμίας κακῆς· δουλεύσωμεν τῷ κυρίῳ μετὰ συνέσεως καὶ καρτερίας καὶ ἐπιμονῆς, ἐνστερνισώμεθα τὸ φίλτρον τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, ᾄσωμεν αὐτῷ ᾆσμα καινόν, πάντες ᾄσωμεν, κροτήσωμεν ψαλμικῶς τὰς χεῖρας καὶ ἀλαλάξωμεν τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως ὅτι «κύριος ὕψιστος φοβερὸς βασιλεὺς ἐπὶ πᾶσαν τὴν γῆν «. «μέγας κύριος καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας «, μέγας κύριος καὶ μεγάλη ἡ

About this text

Amphilochius of Iconium, Oratio in resurrectionem domini (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Oratio in resurrectionem domini — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.