Fragmenta in Joannem · §u05-open

Fragmenta in Joannem Unit 5 opening

Unit 5.

Lemma-led open — ἐκ γῆς τὸ μνημόσυνον

Greek

ἀναστάσεως χαρὰν κομιεῖσθε. 122 Jο 16, 22 Λυπηρὸν μὲν τοῖς μαθηταῖς ἡ μέλλουσα ἀναχώρησις αὐτοῦ, τερπνὸν δὲ ἡ ἀνάστασις· ἑκατέρα δὲ ἐν βραχεῖ καιρῷ γίνεται. ὅμοιόν τι ταῖς τῶν γυναικῶν ὠδῖσι τὸ πρᾶγμα φανήσεται· ὡς γὰρ ὠδίνει μὲν γυνὴ πρὸ τοῦ τοκετοῦ, ἀπὸ δὲ τῶν ὠδίνων ὁ τοκετὸς καὶ τὸ ἐπίπονον εἰς τέρψιν καταλήγει καὶ ἡ τέρψις ἀναιρεῖ τῆς λύπης τὴν μνήμην, οὕτως ἀποβήσεται ὑμῖν ἐπὶ τοῦ καινοῦ καὶ θαυμασίου τούτου τοκετοῦ· νῦν γὰρ ὡς ἀληθῶς ἄνθρωπος εἰς τὸν κόσμον γεννᾶται ἐκ παραδόξων ὠδίνων καὶ λύπην μὲν ὑμῖν αἱ περὶ τὸ πάθος ὠδῖνες προσοίσουσιν, χαρὰν δὲ ἡ μετὰ τὸ πάθος ἀνάστασις, χαρὰν οὐδαμῶς ἔτι μετα βαλλομένην οὐδὲ ἀφαιρετὴν ὑπὸ ἀνθρώπου ἤ τινος ἄλλου, ὅτε διὰ τῆς ἀναστά σεως τοῦ νέου ἀνθρώπου νέοι καταστάντες εἰς τὴν πρὸς θεὸν ἥξετε παρρησίαν· χαρήσεσθε γάρ, ὅταν ἴδητε ξένον τῷ κόσμῳ παιδίον ἀποτεχθέν, ἄφθαρτόν τε καὶ ἀνώλεθρον, ἑαυτὸν δὲ δηλονότι φησίν. 123 Jο 16,25 Παραβολικοὶ καὶ δι' ὁμοιώσεων οἱ περὶ θεοῦ λόγοι, ἐν οἷς παραβάλλεται θεὸς ἀνθρώπῳ λαλοῦντι καὶ υἱὸς ἀκούοντι καὶ πνεῦμα ὡσαύτως ὡς ἀκοῦον καὶ λόγους λαμβάνον. ἀφομοιοῦνται πατὴρ καὶ υἱὸς ὡς ἐρχόμενοι πρὸς ἀνθρώ πους καὶ κατοικοῦντες ἐν ἀνθρώποις· λαλιὰ γὰρ καὶ ἀκοὴ καὶ πορεία καὶ κατοίκησις καὶ ὅσα τοιαῦτα σωματικῶς ἔχει τὰς ὁμοιότητας. οὐχ οἷόν τε δὲ ἀνθρώπους ἑτέρως ἀκούειν ἢ οὕτως. ἔσται δέ φησι καιρός, ὅτε μὴ διὰ τῶν ὁρατῶν ὁμοιώσεων, ἀλλὰ διὰ τῆς ἀοράτου δόξης θεοῦ ἀκούσεσθε καὶ γνώσεσθε, ὅτε δηλαδὴ τελειωθέντες ἐν πνεύματι πρὸς θεοῦ γνῶσιν οἰκείως διατεθήσεσθε, καὶ τότε θεία τις ἡ τοῦ κυρίου πρὸς ὑμᾶς ὁμιλία γενήσεται σαφὴς καὶ οὐ δι' ἐπι καλύμματος ποιουμένη τὴν περὶ πατρὸς διδασκαλίαν.124 Jο 16,32 Ἀλλὰ καὶ τὸ νῦν ἀξιόπιστον, φησίν, αὐτίκα σαλευθήσεται καὶ οἱ λέγοντες πιστεύειν φεύξεσθε μικρὸν ὕστερον κινηθείσης ὑμῶν ὑπὸ τοῦ φόβου τῆς πίστεως. καὶ τοῦτο, φησίν, οὐκ ἐμοὶ χαλεπόν, ἀλλ' ὑμῖν· ὑμεῖς γὰρ τοῦ διδασκάλου μονωθήσεσθε καὶ τὸν σωτῆρα ἀπολείψετε, ἐγὼ δὲ τοῦ πατρὸς οὐ μονωθήσομαι· οὐδὲν γὰρ τὸ μεταξὺ διαχωρίζον ἐμὲ καὶ τὸν πατέρα. 125 Jο 16,33 Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. μέλλων ἀπιέναι, φησίν, ἀναγκαίως διὰ τῶν νῦν εἰρημένων καθίστημι τὰς ψυχὰς ὑμῶν εἰς τὸ μὴ ταράσσεσθαι, ἀλλὰ τῇ πίστει πρὸς τὰς περιστάσεις ἀντέχειν· πολλὰ μὲν γὰρ παρ' ἀνθρώποις τὰ θλίβοντα, μεγάλη δὲ παρὰ τοῦ νενικηκότος τὰς θλίψεις ἡ 18 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμῆς ἀηττήτου δυνάμεως ἀσφαλὲς τὸ θάρσος τοῖς ἐμοῖς μετόχοις ὑπάρξει. ® 126 Jο 17,9 13 ∆ιὰ τί φησιν ἐρωτῶ περὶ αὐτῶν καὶ τίς ἡ ἐρώτησις; ἤδη, φησίν, τῆς πνευματικῆς ἐπιστασίας δέονται τῆς ἀοράτως ἐν ψυχαῖς ἐνεργούσης, ὅτι μηκέτι κατὰ σῶμα πορεύομαι αὐτοῖς μηδὲ διαλέξομαι· καταλείψω γὰρ ἤδη τὸν κόσμον εἰς οὐρανοὺς μεταβαίνων. ἐπίστησον δὲ αὐτοῖς τὴν ἀόρατον ἐπιστασίαν δια φυλάττων αὐτοὺς υἱοὺς ὥσπερ γεγόνασιν λαβόντες παρ' ἐμοῦ τὸ ὄνομα τῆς υἱότητος. ἐμοῦ μὲν δὴ παρόντος ἐξήρκει τὸ ἐμὲ ὁρᾶν καὶ ἐμοῦ ἀκούειν καὶ τοῦτο ἦν αὐτοῖς ἱκανὸν εἰς τὸ φυλάττεσθαι. ἐφυλάχθησαν γοῦν καὶ οὐδεὶς τῆς ἐν ἐμοὶ σωτηρίας ἐκπέπτωκεν, εἰ μὴ μόνος ὁ πρὸς τὴν ἀπώλειαν ἑαυτὸν ἐκδε δωκώς, καθ' οὗ καὶ τὸ πνεῦμα τὸ προφητικὸν πεπλήρωται τὸ ἐξολεθρευθῆναι “ἐκ γῆς τὸ μνημόσυνον” αὐτοῦ. νῦν δὲ ἐπανιὼν ἤδη πρὸς σὲ τὴν σὴν αὐτοῖς ἀόρατον ἐπιστασίαν αἰτῶ. 127 Jο 17,10 Τοῦτ' ἔστι ὅσα κτῶμαι δι' ἁγιασμοῦ καὶ οἷς ἀποδίδωμι τὴν ἐν θείᾳ μορφῇ τελείωσιν μεταδιδοὺς τοῦ ἐμοῦ πνεύματος. προστίθησι δὲ ὅτι καὶ τὰ σὰ ἐμά. ταῦτα δὲ ἂν εἴη τὰ οὐράνια, ἃ μὴ προσλαμβάνει νῦν ἁγιασμόν, ἀλλ' ἐξ ἀρχῆς ἐν ἁγιασμῷ βέβηκεν· οὐδὲ γὰρ ἐκείνοις ἑτέρως ὁ ἁγιασμὸς ἢ διὰ τοῦ υἱοῦ

About this text

Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.