Unit 4 rem close
Rem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek
δῶρον, ὥστε εἰ τὰς ἐντολὰς ἀκούσαιτε, φησίν, καὶ καρπὸν προσενέγκαιτε, καὶ τῶν αἰτήσεων τεύ ξεσθε. αἰτήσεις δὲ ὑμῖν δεδεγμέναι εἰσὶ παρὰ θεῷ αἱ διὰ τοῦ ἐμοῦ ὀνόματος ἀναφερόμεναι· ἐν ἐμοῖ γὰρ ὑμῶν ἡ προσαγωγὴ διὰ τοῦ ὀνόματος τοῦ ἐμοῦ καὶ ἡ παρρησία. 117 Jο 15, 17 Ὡς μελλόντων μισεῖσθαι παρὰ πάντων παραγγέλλει αὐτοῖς ἀγαπᾶν ἀλλήλους. 118 Jο 16, 8 Ἐλέγξει τὸν κόσμον ὡς ὑπὸ ἁμαρτίαν κατακεκριμμένους διὰ τὴν ἀπιστίαν· ἡ γὰρ πίστις ἁμαρτίαν λέλυκεν, ἀπιστίαν δὲ δέδεκε καὶ φαινόμενον ἐν τοῖς πιστεύουσι τὸ πνεῦμα κατάκρισις ἦν τῶν ἀπιστούντων· ἐστερημένοι γὰρ τῆς δωρεᾶς ἐξηλέγχοντο τῆς παρούσης τοῖς πεπιστευκόσι καὶ τοῦτο ἐδείκνυεν αὐτοὺς ἐναγῆ ® σκεύη καὶ ἀνεπιτήδεια τῷ πνεύματι. 119 Jο 16, 8 11 ἢ καὶ τὴν ἐν τοῖς πιστεύουσιν δικαιοσύνην ἐδείκνυ καὶ ταύτην οὐχ ἑτέρου τινὸς ἕνεκεν, πλὴν τῆς ἀνόδου τοῦ Χριστοῦ· τοῦτο γὰρ τοὺς ἀνθρώπους ἐδι καίωσεν τὸ σάρκα ἐξ ἡμῶν καὶ εἶδος ἀνθρώπινον ἐπιβῆναι θρόνου οὐρανίου καὶ καθεσθῆναι παρὰ τῷ πατρί. τοῦτο δὲ αὐτὸ καὶ τοῦ κόσμου τὴν κατάκρισιν εἶχεν, ὁπότε κρατηθεὶς ἄνθρωπος ὑπ' αὐτοῦ καὶ ὑπὸ τοὺς πόδας τοὺς ἐκείνου περιπεπτωκὼς ὑπὲρ τὴν κεφαλὴν αὐτοῦ πεπατήκει. ὥστε εἰκότως εἴρηκεν τὴν τοῦ πνεύματος εἰς ἡμᾶς παρουσίαν τριῶν τούτων ἔχειν ἀπόδειξιν, ἁμαρτίας κόσμου καὶ δικαιοσύνης πίστεως καὶ κατακρίσεως διαβόλου. 1 Jο 16, 14 Εἰς ἐμὴν ἔσται δόξαν ἡ τοῦ πνεύματος ἐνέργεια καὶ διδασκαλία, ὅτι καὶ παρ' ἐμοῦ τὸ πνεῦμα ὁρμᾶται. τὸ δὲ παρ' ἐμοῦ λέγων δῆλον καὶ τὸ παρὰ τοῦ πατρός· ἐμὰ γάρ ἐστι τὰ πατρῷα. τὸ οὖν ἐκ τοῦ ἐμοῦ λήμψεται κατὰ τὸν αὐτὸν αὖθις ἀκούει τρόπον, οὐχ ὡς γνώσεώς τινος ἐπιγινομένης τῷ πνεύματι καὶ ταύτης ἐν χρόνῳ τῷ παρόντι· δεινὸν γὰρ ἂν εἴη καὶ μέχρις ὑπονοίας, εἴ γε τότε πνεῦμα προσλαμβάνει τὴν μάθησιν ἡνίκα εἰς ἀνθρώπους μέλλει κομίζειν. δεινὸν δὲ καὶ εἰ διδασκόμενον αὐτὸ ὅλως τις θήσεται· οὐκέτι γὰρ ἐνοικοῦν ἀνθρώποις καὶ πᾶσαν εἰς αὐτοὺς σοφίαν εἰσάγον πιστευθήσεται, εἴπερ οὐ φυσική τίς ἐστι σοφία, ἀλλὰ καὶ αὐτῷ χρεία διδάσκεσθαι. ὥστε ἀντὶ τοῦ λέγειν ὅλον παρ' ἑαυτοῦ τὸ πνεῦμα ὁρμᾶσθαι, εἴρηκε τὸ ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν· μικρότεραι γὰρ αἱ φωναὶ πρὸς τὸ γνωριμώτερον ἀνθρώ ποις, μείζων δὲ ἡ τοῦ πνεύματος δόξα πρὸς τὸ οἰκειότερον τῇ θεότητι. λέγεται δὲ καὶ ἀκούειν θεὸς ἀνθρώπου ῥήματα καὶ δῆλον ὡς οὐκ ἐν καιρῷ τι προσγίνεται πρὸς γνῶσιν θεοῦ, ἀλλὰ καὶ πρὸ τῶν ἡμετέρων ῥημάτων οἶδε τὰς ἡμετέρας εὐχὰς καὶ τὸ ὅλον κατὰ διάνοιαν ἐξ ἀρχῆς ἀπὸ τῆς δημιουργίας ἐδημιούργησεν, ἐπιστάμενος καὶ τὰ μεταμέλοντα τῶν ἑαυτοῦ δημιουργημάτων κινήματα, ἀλλ' ὅμως ἐλέγετο τὸ “εἰσάκουσον κύριε” καὶ τὸ “εἰσήκουσε κύριος” · καίτοι κατὰ τὸ πρέπον θεῷ μηδὲν τῶν τοιούτων δεῖ ἐκδέχεσθαι χρονικῶς μηδὲ ὡς μεταβολήν τινα περὶ θεὸν γινομένην ἐκ τῶν ἀνθρωπίνων εὐχῶν, μηδὲ γνῶσις τῶν 17 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς τοῦ θεοῦ δόξης ἐν ταῖς ὑμετέραις ὑπονοίαις διὰ τὸ ἀκούειν αὐτὸν ἀνθρώπων λαλούντων. οὕτω τοίνυν οὐδὲ ἐπὶ τοῦ πνεύματος τὸ ἀκούειν καὶ τὸ λαμβάνειν προσθήκην τινὰ δέξεται γνώσεως οὐδὲ μεταβολῆς ἐπὶ τὴν ἀναλλοίωτον τοῦ πνεύματος οὐσίαν. 121 ® Jο 16, 17 Τὴν εἰς οὐρανοὺς ἀνάληψιν αἰνιττόμενος τοῖς λοιποῖς, τοῖς δὲ οὔπω δῆλον τὸ λεγόμενον, ὀκνοῦσι δὲ ἐρωτᾶν. ὅθεν σκοποῦσιν αὐτοὶ καθ' ἑαυτοὺς καὶ δια λαλοῦσιν ἡσυχῇ. ἦν δὲ οὐκ ἀνάγκη πυνθάνεσθαι λόγῳ τοῦ καὶ πρὸ ἐρωτήσεως ἐπισταμένου τὴν ἐν καρδίᾳ ζήτησιν αὐτῶν (ἀκούει δὲ Χριστὸς τῶν ἐν καρδίᾳ νοημάτων πρὸ τῶν ἐν χείλεσιν ῥημάτων) καὶ ὡς ἐρωτήσασιν αὐτοῖς καὶ προτεί νασιν τὴν ζήτησιν ἀποκρίνεται ἐνδεικνύμενος αὐτοῖς καὶ διὰ τούτου τὴν θεό τητα πρὸς βεβαιότητα τῆς πίστεως· ζητεῖτε γάρ, φησίν, περὶ τοῦ λόγου τοῦ μετὰ βραχὺ μὲν δηλοῦντος τὴν ἐμὴν ἀναχώρησιν, μετὰ βραχὺ δὲ πάλιν τὴν ἐπάνοδον ἔσεσθαι. ἔσται τοῦτο οὕτως. εἴρηται καὶ διὰ λύπης ἀνάγκη τὴν χαρὰν ὑμῖν ἐπιφανῆναι καὶ χαρήσεται μὲν ἡ ἀδικία πρὸς ὀλίγον ὡς δὴ κεκρατηκυῖα, ἐπεὶ δ' ἂν ἐγὼ τὸ πάθος ὑπέλθω· ὑμεῖς δὲ λυπηθήσεσθε ὡς οὐκέτι τὸν σωτῆρα ἔχοντες. μεταβολὴ δὲ ἐπακολουθήσει ταχεῖα τῷ πράγματι καὶ ὑμεῖς ἐκ τῆς τοῦ θανάτου λύπης τὴν τῆς ®
About this text
Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.