Fragmenta in Matthaeum · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

καταλείψας Ἰωσὴφ «ἐν ταῖς χερσὶ » Αἰγυπτίας γυμνὸς ἐξῆλθεν. 48 Mt 10, 10 Μηδὲ ὑποδήματα . ἀποστόλῳ πρέπον ἐν ταῖς πορείαις μὴ ἔχειν νέκρωσιν, ζῶσι δὲ ποσὶν ὁδεύειν τὸν εἰπόντα· «ἐγώ εἰμι ἡ ὁδός », καὶ ἐκβαίνειν ἁγίας γῆς μηδὲν ὑφορώμενον χαλεπόν· οὐ γάρ εἰσιν «ὁδοὶ ὄφεως ἐπὶ πέτρας », τάχα δὲ οὐδὲ ἄλλου θηρίου. 49 Mt 10, 10 Ὅσον γὰρ ἔχεις τὸν σωτῆρα φωτίζοντα τὸ σκότος σου καὶ φυλάσ σοντα «τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου », οὐκ ἔχεις χρείαν ὑποδη μάτων. 50 Mt 10, 10 Ὅπου οὐκ ἔστιν ἀταξία, ἀλλ' ἡμερότης, οὐ χρεία ῥάβδου, ἵνα μὴ ἐν ἀρχῇ δόξῃ ἐκφοβεῖν διὰ τῆς ῥάβδου· τὰ γὰρ καλὰ πρόβατα διὰ μόνης φωνῆς ἐπιστρέφουσι τοῦ ποιμένος, ὥστε εἰ ἔχεις τὸ πρᾶον, μὴ φοβοῦ τὴν ῥάβδον, ἣν Κορινθίοις ἐπανατείνεται ὁ Παῦλος. 51 Mt 10, 11®15 Ταῦτά φησιν ὥστε μὴ εὐκόλου καὶ προχείρου γνώμης ἀποφέρεσθαι δόξαν παρὰ τοῖς τὴν πόλιν οἰκοῦσιν. ἰσόρροπον δὲ τοῖς Σοδομίταις τὴν τιμωρίαν τοῖς μὴ δεξαμένοις ἐπάγει, ἐπειδήπερ οἱ μὲν ἐπὶ ξενίαν ἐλη λυθέναι δοκοῦντας τοὺς ἀγγέλους ἐνύβρισαν, οἱ δὲ ἐπὶ βασιλείαν καλοῦν τας παρῃτοῦντο. 52 Mt 10, 16 Ὥσπερ ὁ ὄφις ὑποχωρεῖ τοῖς διώκουσι καὶ κατακρύπτει ἑαυτόν, οὕτω καὶ 4 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ προαναιρούμενοι. 53 Mt 10, 19®22 Προπαρασκευάζει τοὺς ἀποστόλους ὥστε ἑτοίμους γενέσθαι πρὸς τὰ συμβησόμενα καὶ μὴ θορυβεῖσθαι, ἅμα δὲ καὶ τὴν τοῦ θεοῦ δύναμιν <δεικνὺς> τὴν ἐπικουροῦσαν αὐτοῖς καὶ αὐτοῦ τοῦ κηρύγματος καὶ τὴν τῶν Ἰουδαίων μανίαν τε καὶ ἀπιστίαν μὴ φεισομένων μηδὲ τῶν οἰκειο τάτων. μισούμενοι δὲ ἔσεσθε , φησίν, ὑπὸ πολλῶν· τοῦτο γάρ ἐστιν τὸ ὑπὸ πάντων · καὶ γὰρ πολλοὶ ὑπῆρχον οἱ παραδεχόμενοι αὐτοὺς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ φιλοῦντες. καὶ ὁ μέχρι τέλους ὑπομείνας, οὗτος σωθήσεται , φησίν· ὁ γὰρ ἐν τῇ ἀρχῇ μόνον θαρρήσας καὶ πιστεύσας, μὴ μέντοι γε μέχρι τέλους, οὐκ ἔστιν οὗτος μέτοχος τῶν ἐπηγγελμένων ἀγαθῶν· παντὸς γὰρ πράγματος ἀγαθοῦ τε καὶ φαύλου τὸ τέλος ἐστὶν ἐνδεικτικόν. 55 Mt 10, 29 Εἰ γὰρ καὶ μὴ ταῦτα ἐκ τοῦ θεοῦ, ἀλλ' οὐκ ἄνευ θεοῦ συγχωρήσεως πρός τι χρήσιμον τέλος ἐπιτρέποντος καὶ ταῦτα τῷ ἐργάζεσθαι αὐτὰ προαιρουμένῳ ὥσπερ ἐπὶ τοῦ Ἰὼβ ἔφηνεν. ἰστέον δὲ καὶ τὸ τῶν στρουθίων ἐξ ὑπερβολῆς εἰρημένον, ἅτε μὴ πάνυ τῷ θεῷ διαφερούσης τῆς περὶ ταῦτα προνοίας κατὰ τὸν ἀπόστολον εἰρηκότα «μὴ τῶν βοῶν μέλει τῷ θεῷ »· ἀνθρώπων γὰρ ἕνεκα ταῦτα προνοίας τῷ δεδόσθαι αὐτὰ τοῖς ἀνθρώποις εἰς χρῆσιν, τὸ δὲ ἀσσάριον εὐωνίας σύμβολον. 56 Mt 10, 32®33 Ὑπερέχει ὡς παρὰ θεοῦ τὸ ἔπαθλον· οὐδὲ γὰρ ἴσον ἐπ' ἀνθρώπων ὁμολογήσαντας ἐπὶ θεοῦ ὁμολογηθῆναι. ἐξ ἀντιστρόφου δὲ ὁ φόβος τοῖς ἀρνουμένοις· μέγα γὰρ καὶ φοβερὸν τὸ ἐπὶ τοῦ πατρὸς τὸν κύριον ἀρνή σασθαι τοὺς δόξαντας εἶναι δούλους ὡς μάτην ἐπιγραψαμένους τὸ ὄνομα. δεῖ δὲ τὸν πιστεύοντα καρδίᾳ καὶ στόματι ὁμολογεῖν. «καρδίᾳ γὰρ πιστεύ εται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν ». 57 Mt 10, 34 Τὸ τῶν ἀπίστων ἀσύμφωνον πρὸς τοὺς πιστοὺς αἴτιον τῆς ἐσομένης ἔσται διαφορᾶς. ἐπεὶ οὖν πρεπῶδες αὐτῶν εἶναι δοκεῖ τὸ εἰρηνοποιόν, διὰ τοῦτό φησιν· μὴ νομίσητε αὐτὸ καὶ ἐπὶ πάντων προσήκειν σῴζεσθαι· τὸ μὲν γὰρ ἐξ ὑμῶν εἰρηνεύειν πρὸς πάντας ὀφείλετε. εἰσὶ δὲ οἱ πρὸς εἰρήνην τὴν ὑμετέραν ἀντιταττόμενοι, ὧν τὴν εἰρήνην ὑμῖν οὐ παρα δεκτέον· μόνη γὰρ ἡ κατὰ θεὸν πρὸς εἰρήνην συμφωνία· τοῦτο γὰρ μάλιστα εἰρήνη. 58 Mt 10, 34 Εἰ οὖν ἡμᾶς δεῖ φιλεῖν τοὺς πιστοὺς διὰ τὴν τοῦ Χριστοῦ ἀγάπην, κἂν ἀλλότριοι τυγχάνωσι κατὰ συγγένειαν, δίκαιον ἂν εἴη τοὺς ἀπίστους μισεῖν, κἂν ὦσιν οἰκειότατοι. 59 Mt 11, 2®3 Τινές φασιν, ὅτι οὐδὲ τοῖς ἀποστόλοις ἐξ ἀρχῆς ἡ οἰκονομία πρό δηλος ἦν, ἀλλ' ἐπὶ τῷ τέλει τῶν πραγμάτων γινώσκεται. οὐδὲν οὖν θαυ μαστόν, εἰ καὶ Ἰωάννης ἠγνόει καὶ ὅτι προσεδόκησε μὲν ἥκειν λυτρωτὴν τὸν κύριον, οὐχ ἑώρα δὲ τὴν λύτρωσιν, ἀλλ' ἦν αὐτὸς πρῶτος ἐν δε σμωτηρίῳ . διὰ τοῦτο <διὰ τῶν μαθητῶν εἶπε> μὴ πάντη μὲν ἀπολύειν τὴν ἐλπίδα, διστάζειν δὲ καὶ ὥσπερ ἐπιστηρίζεσθαι βούλεσθαι καὶ διὰ τοῦτο ἐρωτᾶν, εἰ τῷ ὄντι, καθάπερ ᾠήθη μὲν αὐτός, εἴη παραγεγονὼς ἢ ἕτερος προσδοκητέος . 60 Mt 11, 10®13 Σαφῶς ἐξηγήσατο τὴν Ἰωάννου πρὸς τοὺς ἄλλους διαφοράν, ὅπερ ἦν τὸ εἶναι αὐτὸν ἀκροτελεύτιον νόμου καὶ προφητῶν καὶ συνάπτειν πρὸς τὸ κήρυγμα τῆς βασιλείας τῶν οὐρανῶν, ὃ δὴ καὶ ἑξῆς ταῖς ἡμέραις αὐτοῦ <παραγενέσθαι> ὁ κύριός φησιν. ἐπακολουθεῖ ἕως

About this text

Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.