Fragmenta in Matthaeum · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

καταπάτησις τοῦ λόγου ἡ περὶ αὐτὸν ἔρις καὶ λογομαχία, ῥῆξις τῶν λεγόντων ἡ καταφρόνησις καὶ ἀτιμία. 37 Mt 8, 17 Πῶς δὲ Ἠσαΐου εἰς τὸν σταυ ρὸν ἀνενέγκαντος τὸ ῥητὸν ὁ εὐαγ γελιστὴς εἰς τὰς ἰάσεις ἀνάγει; ὅτι καὶ τὸ πάθος αὐτοῦ ἴασις ἦν ἀν θρώπων καὶ οὐδὲν μᾶλλον ἔπασχεν ὁ κύριος ἤπερ ἐνήργει διὰ τῶν εἰς αὐτὸν ἀτιμιῶν καὶ διὰ τοῦ ἰδίου θανάτου τὴν τῶν ἀνθρώπων ζωὴν κατασκευάζων καὶ καταπολεμῶν τοὺς κακῶς ἑαυτοὺς διατιθέντας. Ὁ Ἠσαΐας εἰς τὸν σταυρὸν ἀνήνεγκε τὸ ῥητόν, ὁ δὲ Ματθαῖος εἰς τὰς τῶν νοσημάτων θεραπείας· τοῦτο δὲ ἐποίησεν, ὅτι καὶ αὐτὸ τὸ πάθος τοῦ σωτῆρος ἴασις ἦν ἀν θρώπων καὶ δηλονότι καὶ ὁ θάνα τος αὐτοῦ τὴν ζωὴν ἡμῖν ἐχαρίσατο. 38 Mt 8, 29 Ἦλθες , φασίν, πρὸ καιροῦ τῶν προφητικῶν λόγων ἀκούοντες οἱ δαίμονες, ὅτι μέλλει παραγενέσθαι εἰς τὸν κόσμον ὁ Χριστὸς διὰ σαρκώ σεως καὶ ὅτι μέλλει αὐτοὺς κρίνειν ἐν τῇ συντελείᾳ. ἦλθες , φασίν, βασα νίσαι ἡμᾶς πρὸ καιροῦ , τοῦτ' ἔστιν πρὸ τῆς συντελείας. 39 Mt 8, 31®34 ∆ιὰ τί δὲ αὐτοὶ εἰς τοὺς χοίρους ἀξιοῦσιν εἰσελθεῖν; ὅταν κατὰ ἀνθρώπων μὴ δύνωνται, κατὰ ἀλόγων βούλονται τῶν δι' ἄνθρωπον ὄντων, ὥσπερ αὐτὸν ἢ τὰ αὐτοῦ κακοῦσιν οἱ μισάνθρωποι. ἰδόντες δὲ τηλι κοῦτον σημεῖον οἱ Γεργεσηνοὶ παρακαλοῦσιν τὸν Ἰησοῦν μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν , ἐπειδὴ πόθον οὐκ εἶχον τοῦ ἀγαθοῦ. καὶ γὰρ οὐχ ὡς ἀναξίους ἑαυτοὺς κρίνοντες τοῦτ' εἶπον, ἀλλ' ὡς ἀναίσθητοι καὶ ἄγαν ἄπιστοι. 40 Mt 8, 34 Ἐπειδὴ πόθον οὐκ εἶχον τοῦ ἀγαθοῦ, ἀλλ' ἀργῶς διέκειντο καὶ ὀκνηρῶς πρὸς τὴν τοῦ μεγάλου ἀγαθοῦ κατάληψιν. 41 Mt 9, 16®17 Παλαιὸν ἱμάτιον εἶπεν τὸν παλαιὸν ἄνθρωπον· ῥάκος δὲ ἄγναφον τὸν καινὸν λόγον, ἕνωσιν δὲ τούτων μὴ γίνεσθαι· αὐτίκα ἡ νηστεία ἡ πνευματικὴ χαρά· πνεύματος γὰρ εὐπάθεια ἐν σωματικῷ ἀνθρώπῳ οὐκ ἔστιν· ζητεῖν γὰρ εἰωθὼς τὰ σαρκὸς οὐδέποτε ἐν τῇ τούτων στερήσει χαρήσεται, ἀλλὰ σκληρὸν αὐτῷ καὶ ἀφόρητον τὸ πρᾶγμα φανήσεται καὶ χωρισθήσεται ἀπ' αὐτοῦ μᾶλλον, ὅτι 3 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σαθρὸν οὐ φέρον τὸ δυνατὸν τοῦ πνευματικοῦ βίου. καὶ οὐκ εἰς δέον ἐδόθη τοῖς τοιούτοις ὁ λόγος, ἀλλ' ὅσον ἐπ' αὐτοῖς εἰς μάτην ἐχώρησεν. ταῦτα οὖν ὁ κύριος λέγων τὴν ἀνακαίνωσιν προεδήλου τῶν μαθητῶν τὴν ἐσομένην ἐν τῇ ἀναστάσει αὐτοῦ, μεθ' ἣν ἤδη καιρὸς τῶν πνευματικῶν ἐπιτηδεύσεων. 42 Mt 9, 27®31 Κόμπος οὐδείς, ἐὰν ἡ δύναμις λέγῃ περὶ ἑαυτῆς τὸ δύνασθαι· κόμπος δ' ἂν ἦν τῷ μὴ φύσει τὸ δύνασθαι ἔχοντι, ἀλλὰ διὰ χάριτος λαμβάνοντι λέγειν ὅτι δύναμαι . παρήγγειλε δὲ ὁ σωτὴρ τοῖς τυφλοῖς τὸ μηδενὶ ἐξειπεῖν τὸ γενόμενον, τὸ μὴ δεῖν ἐπιδείκνυσθαι διδάσκων ἡμᾶς· οὐ γὰρ θεῷ κόμπος ἦν τὸ τὴν ἀλήθειαν λέγεσθαι περὶ αὐτοῦ. ἡ δὲ τῶν ἰαθέντων ὁμολογία περὶ τῆς ἰάσεως οὐκ ἔγκλημα ἤνεγκεν, ἀλλ' εὐγνωμοσύνην ἐμαρτύρησεν. 43 Mt 10, 5®6 Οὐ τελείως ἀπέκοψεν τοὺς ἀπὸ τῶν ἐθνῶν μέλλοντας πιστεύειν οὔτε τοὺς Σαμαρείτας ὁ «πάντας ἀνθρώπους » θέλων «σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν », ἀλλ' ἔδει πρῶτον ἐπὶ «τὰ πρόβατα τὰ ἀπολω λότα οἴκου Ἰσραὴλ » πορεύεσθαι καθὰ καὶ αὐτὸς πρὸς τὴν Χαναναίαν φησίν· «οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ », ἅπερ ὁ θεὸς ζητήσειν ἐπηγγείλατο διὰ Ἰεζεκιὴλ τοῦ προφήτου. ἀπωλώ λεσαν δὲ τὸν δοθέντα αὐτοῖς νόμον οὐ φυλάξαντες. 45 Mt 10, 7 Ἠγγικέναι δὲ λέγει οὐχ ὡς ἀποῦσαν· ἦν γὰρ ἐγγίσασα τοῦ κυρίου σαρκωθέντος, ἀλλ' ὅσον πρὸς τοὺς μήπω πιστεύσαντας δοκεῖ ὁ Χριστὸς ἀπεῖναι αὐτῶν. 46 Mt 10, 9®10 Ἐλευθέρους γὰρ πάντη καὶ ἀφρόντιδας ἀποδεῖξαι <τοὺς> τοῦ εὐαγγε λίου διακόνους βούλομαι μηδεμιᾷ σώματος ἕνεκα μερίμνῃ ταπεινουμένους. καὶ ὁ μὲν Ματθαῖός φησιν καὶ ὁ Λουκᾶς «μήτε ὑποδήματα » «μήτε » ἱμάτιον «μηδὲ ῥάβδον» , ὃ δοκεῖ πάντων εὐτελέστατον εἶναι λαβεῖν, «εἰς ὁδὸν» ἕλησθε. ὁ δὲ Μᾶρκος «ῥάβδον» δοκεῖ ἐπιτρέπειν αὐτοῖς λαμβάνειν καὶ «ὑποδεδέσθαι σανδάλια » ἔν τισι τῶν ἀντιγράφων. ἐν ἄλλοις γάρ φησιν, ὅτι «παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν », μήτε «ῥάβδον» μήτε «πήραν» μήτε «ἄρτον » μήτε «εἰς τὴν ζώνην χαλκὸν » μήτε «ὑπο δεδεμένους <σανδάλια> ». 47 Mt 10, 10 Μήτε δύο χιτῶνας , ἀλλὰ τὸν «ἄρραφον » καὶ «ἄνωθεν ὑφαντὸν » Χριστὸν Ἰησοῦν· «ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύ-σασθε »· «τὸν » γὰρ παλαιὸν ἄνθρωπον « ἀποδύσασθαι δεῖ » σὺν ταῖς πράξεσι « καὶ ταῖς ἐπιθυμίαις » αὐτοῦ . τοῦτον

About this text

Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.