Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
ἐνδείξηται. ὁ τοιοῦτός φησιν ἐμπλησθήσεται. ἡ δὲ πλησμονὴ οὐκ ἀπο στροφήν, ἀλλ' ἐπίτασιν ποιεῖ τῆς ὀρέξεως. 12 Mt 5, 8 Καρδία θεὸν ὁρᾷ· ἀσωμάτῳ γὰρ τὸ ἀσώματον καταληπτόν· τελειω θεῖσα δὲ ἡ καρδία τὴν ἐνδεχομένην τελείωσιν οὕτως ὄψεται τὸ τέλειον. τοῦτο δὲ αὐτῇ γίνεται ἐκ καθάρσεως τῶν ἐμποδιζόντων, ὥσπερ καὶ ὁ ὀφθαλμὸς ἐκκαθαιρόμενος ἐκ τῶν ἐμποδίων τῆς ὁράσεως ὁρᾷ τὸ φῶς. πῶς οὖν ἡ θεία φησὶ γραφή, ὅτι «θεὸν οὐδεὶς ἑώρακεν πώποτε » καὶ «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται » καὶ «ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται »; 13 Mt 5, 8 ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται . πῶς οὖν φησιν, ὅτι τὸν «θεὸν οὐδεὶς ἑώρακε πώποτε »; λέγομεν, ὅτι λόγῳ ὁρᾶται καὶ καταλαμβάνεται· ἢ ἐκ τῆς θείας γραφῆς τοῖς τῆς γνώσεως ὀφθαλμοῖς ὁρῶμεν θεὸν ἢ ἐκ τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας ἔστι τὸν πεποιηκότα στοχαστικῶς ἰδεῖν, καθάπερ καὶ ἐπὶ τῶν ἀνθρωπίνων δημιουργημάτων ὁρᾶται τρόπον τινὰ τῇ διανοίᾳ ὁ δημιουργὸς τοῦ προκειμένου ἔργου. ὁρᾶται δὲ οὐχ ἡ φύσις τοῦ τεχνιτεύσαντος, ἀλλὰ μόνη ἡ τεχνικὴ ἐπιστήμη. οὕτως καὶ ὁ ἐν τῇ κτίσει βλέπων τὸν θεὸν οὐ τὴν οὐσίαν, ἀλλὰ τὴν σοφίαν τοῦ τὰ πάντα πεποιη κότος ἀνατυποῦται. οὐκοῦν καὶ ὁ κύριος ἀληθεύει ὀφθήσεσθαι τὸν θεὸν τοῖς καθαροῖς τῇ καρδίᾳ , ἐπαγγειλάμενος καὶ ἡ γραφὴ οὐ ψεύδεται μήτε ἑωρακέναι τινὰ τὸν θεὸν μήτε ἰδεῖν δύνασθαι. 14 Mt 5, 10 ὁ δὲ διὰ τὴν δικαιοσύνην ἀφαιρεθεὶς τὰ παρόντα τὰ μέλλοντα ἀντὶ τούτων καρπώσεται, ὅτι οὐκ ἄδικος ἡ δικαιοσύνη πρὸς τοὺς ἑαυτῆς. 15 Mt 5, 15 Σπουδάζειν γὰρ χρὴ τὴν δοθεῖσαν ἡμῖν λαμπρότητα φυλάττειν ἐν ὑψηλῷ καὶ μὴ συγκαλύπτειν ἀργίᾳ, ἧς σύμβολον ἡ κλίνη ἀναπαύουσα τὸ σῶμα ταῖς σαρκικαῖς ἡδοναῖς· οὐ γὰρ φυσικῶς ἡμῖν, ἀλλ' ἐκ δόσεως τὸ καλόν. τὸ δὲ τοιοῦτον ἀμελούμενον ἀφίσταται. ἀπάγει δὲ ἡμᾶς τῆς ἰδίας φιλοδοξίας τὴν τοῦ θεοῦ δόξαν τέλος τῶν ἔργων προτιθείς. 17 Mt 5, 16 Φῶς ἐστιν ἡ ἐνάρετος πολιτεία. 19 Mt 5, 21®22 Ὁ νόμος σαρκικὰ προστάττων τὰ διὰ σαρκὸς πραττόμενα δικάζει, ὁ δὲ κύριος πνεύματα ἁγιάζων πνεύματος ἀπαιτεῖ μακαριότητα. ἀδελφὸν οὖν λέγει τοῦ πνευματικοῦ τὸν κατὰ πνεῦμα οἰκεῖον ὀνομαζόμενον ἀδελφόν. διὰ τοῦτο ὁ Παῦλος ἁμαρτανόντων ἀγανακτήσει *** εἰ δὲ μὴ εἴρηται εἰκῇ, ὥς τινες βούλονται μὴ εἶναι *** καθὸ γὰρ ἁμαρτάνει, οὐκ ἔστιν πνευματικός· ὁ δὲ μὴ πνευματικὸς οὐδὲ ἀδελφὸς ἀληθῶς. τὸν φονέα παραδίδωσι τῇ κρίσει τοῦ νόμου, τὸν δὲ ὀργιζόμενον τῇ αἰωνίᾳ κρίσει . Θεόδωρος δὲ καὶ Θεόδωρος παραγράφονται τὸ εἰκῇ ὡς οὐκ εἰρημένον. Mt 5, 22 Τῷ τῶν ἁγίων συνεδρίῳ ἔνοχός ἐστιν ὁ τὸν ἀδελφὸν καλέσας ῥακά. ἁμαρτάνει γὰρ εἰς τὸ κοινὸν ὁ τὸ μέρος βλασφημῶν. ῥακὰ μὲν οὖν καλεῖ τὸν κατάπτυστον, ὡς ἄλλος φησίν· οὕτω γὰρ καὶ παρὰ Σύροις ὁ πτύελος καλεῖται. τὸ δὲ εἴπῃ ἐπὶ τῆς κατὰ τὴν ψυχὴν μᾶλλον λέγει κρίσεως τε καὶ δοκιμασίας· οὐ γὰρ δή, εἰ ταῦτά τις μόνον εἴποι, ὑπεύθυνος ἔσται τῇ κολάσει, ἀνεύθυνος δὲ πολλῷ βαρύτερα εἰπὼν ἕτερα. 23 Mt 5, 29®30 Περὶ τῶν σωματικῶν μὲν λέγει μελῶν , ὑπερβολικῶς δέ, οὐχ ὅτι τῷ ὄντι ἐκκόψαι δεῖ τὰ μέλη , ἀλλ' οἱονεὶ νεκρῶσαι καὶ ἀργὰ κατα στῆσαι πρὸς ἁμαρτίαν ὡς ὁ ἀπό στολος εἴρηκεν· καὶ μὴ 2 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέργητα ποιῆσαι πρὸς ἁμαρτίαν. 24 Mt 5, 34 Θρόνος τοίνυν ὁ οὐρανὸς τοῦ θεοῦ , ἐπειδὴ ἅγιος ὁ θεὸς καὶ «ἐν ἁγίοις ἀναπαυόμενος »· οὐ περιέχεται δὲ τῷ τοιούτῳ θρόνῳ, ἀλλὰ διήκει ἁπάντων τῇ δημιουργικῇ καὶ ἐποπτικῇ καὶ ἁγιαστικῇ δυνάμει. 25 Mt 5, 48 Τέλειός ἐστιν ὁ ἄνθρωπος ἐν μιμήσει τοῦ θεοῦ ἐν τοῖς ἰδίοις μέτροις. 26 Mt 6, 1®2 Ἐν ἄλλοις τὴν δικαιοσύνην φησὶν οὕτως τὴν ἐλεημοσύνην καλῶν. σκοπὸν δὲ τῆς ἐλεημοσύνης προτίθησιν ἡμῖν τὴν παρὰ θεῷ δόξαν, οὐ τὴν παρὰ ἀνθρώποις · οἷς γάρ τις ἀρέσκειν βούλεται, παρὰ τούτων μισθὸν ἔχει τὸν ἔπαινον. οὐ μὴν ὁ θεαθεὶς ἤδη πρὸς τὸ θεαθῆναι πεποίηκεν, ἀλλ' ὁ θεωρεῖσθαι βουλόμενος καὶ τοῦτο ποιῶν. 28 Mt 6, 11 Σήμερον τὴν ἐπιοῦσαν καὶ μέλλουσαν τροφὴν τὴν ζωοποιὸν δὸς ἡμῖν καὶ ἐν τῷ παρόντι αἰῶνι ὡς ἐν ἀρραβῶνι χορηγῶν τὸ πνεῦμα τὸ ἅγιον. 29 Mt 6, 34 Εἰ τὸ περὶ μιᾶς ἡμέρας φροντίζειν βαρὺ καὶ κακωτικόν, πῶς τὸ περισσὸν οὐκ ἀφόρητον; Εἰ τὸ περὶ μιᾶς ἡμέρας φροντίζειν βαρύ τε καὶ ἐπαχθὲς ὑπάρχει, πολλῷ ἂν εἴη <μᾶλλον> τὸ περὶ πολλῶν μεριμνᾶν κα κωτικόν τε καὶ ἀνόητον. 31 Mt 7, 6 Ἅγιον καὶ μαργαρίτης ὁ λόγος, κύνες καὶ χοῖροι οἱ αἱρετικοί,
About this text
Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.