Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
αὐτοῖς σπειρόμενον δηλῶν, ἀλλ' αὐτούς. φαμὲν οὖν, ὅτι καὶ ὁ λόγος σπέρμα καὶ ὁ τὸν λόγον δεξά μενος διὰ τὴν πρὸς αὐτὸν σύγκρισίν τε καὶ ὁμοείδειαν. διά τοι τοῦτο μορφοῦται Χριστὸς ἐν ἡμῖν καὶ ἡμεῖς κατὰ Χριστὸν μορφούμεθα. 77 Mt 13, 47®50 Θαλάττῃ τὸν κόσμον ἀφο μοιοῖ διὰ τὴν ἐν αὐτῷ πικρίαν καὶ τοὺς κλύδωνας τῆς ταραχῆς, σα γήνην δὲ ἐπιβαλλομένην τῷ κόσμῳ τὴν τοῦ λόγου δύναμιν ἐκ ποικίλων νοημάτων παλαιᾶς καὶ καινῆς γρα φῆς συνάγουσαν ἐξ Ἑλλήνων τε καὶ βαρβάρων, σοφῶν τε καὶ ἀνοήτων, ἀνδρῶν τε καὶ γυναικῶν, ἐλευθέρων τε καὶ δούλων, δικαίων τε καὶ πο νηρῶν. πληροῦται δὲ ἡ σαγήνη τότε, ἡνίκα ὁ δεσπότης ὁ ἐπιβάλλων αὐτὴν οἶδεν· οὐ γὰρ ἀνθρώπου τὸ τοῦτο ἐπιγνῶναι. ὅταν δὲ ἤδη τὸ μέτρον ἔχῃ τῆς πληρώσεως ὁ τῆς διδα σκαλίας λόγος, τότε οὐ πάντες οἱ τὴν τοῦ λόγου μαθητείαν ὑπελθόντες εὑρεθήσονται δόκιμοι τῷ τῆς σα γήνης δεσπότῃ, ἀλλὰ διάκρισις τότε γενήσεται πονηρῶν τε καὶ ἀγαθῶν καὶ τοῖς μὲν ἀχρείοις φανεῖσι τὸ τέλος ὄλεθρος, τοῖς δὲ ἀγαθοῖς ἡ παρὰ τῷ κυρίῳ μονὴ κατατιθεμέ νοις εἰς ἀγγεῖα διάφορα· «πολλαὶ » γὰρ αἱ παρὰ τῷ πατρὶ «μοναί ». οἱ δὲ πονηροὶ καὶ τέως μετὰ τῶν δι καίων ἀριθμούμενοι οὐκέτι τότε τὴν ἀδιάκριτον ἕξουσιν σὺν αὐτοῖς δια τριβὴν τόν τε ἡδὺν αὐτοῖς ἀπολεί ποντες βίον, ὥσπερ ἰχθύες τὸν ἐν τῇ θαλάττῃ, τὴν ὀδυνηροτάτην ὑπο στήσονται ἐν πυρὶ κόλασιν, ἔνθα μηδὲν εἰς παραμυθίαν κακοῦ λείπε ται. Τῇ θαλάττῃ παρείκασεν ὁ σωτὴρ τὸν κόσμον διὰ τὴν ἐν αὐτῷ ταραχήν τε καὶ ζάλην, σαγήνην δὲ ἐπιβαλλομένην τῷ κόσμῳ τὴν τοῦ λόγου δύναμιν ἐκ ποικίλων νοημάτων παλαιᾶς τε καὶ νέας συγκειμένην καὶ ἐκ παντὸς γένους Ἑλλήνων τε καὶ βαρβάρων, σοφῶν τε καὶ ἀνοή των πληρουμένην 78 Mt 14, 17 Πλείστων θαυμάτων καὶ μεγίστων γεγονότων παρὰ τοῦ σωτῆρος ἡμῶν οὐκ ἔλαττόν ἐστι τὸ μὴ ἀεὶ τῇ ἐξουσίᾳ χρῆσθαι πρὸς τὴν εὐπορίαν τῆς τροφῆς, ἀλλὰ δεῖσθαι πολλάκις καὶ ἀπορεῖν. 79 Mt 15, 2®6 Εἰς τὰ ἐναντία περιίστησιν ὁ κύριος τὴν πονηρὰν κατάστασιν τῶν Φαρισαίων· οἱ μὲν γὰρ τῶν σωματικῶν φροντίζοντες κατεφρόνουν τῶν πνευματικῶν, ὁ δὲ σωτὴρ τὰ πνευματικὰ παρεισάγων παραιτεῖται τὰ σωματικά. 80 Mt 15, 8 80 Σφόδρα μετὰ τὴν προκειμένην ἀπόδειξιν ἡ τοῦ προφήτου φωνὴ καιρίως ἐπήχθη πολλὴν ἔχουσα τὴν συμφωνίαν. 81 Mt 15, 21®22 Πόθεν ἐξῆλθεν ἡ Χανανῖτις; ἀπὸ τῆς εἰδωλολατρίας Τύρου καὶ Σιδῶνος , ἀπὸ τοῦ λαοῦ αὐτῆς καὶ ἀπὸ «τοῦ οἴκου τοῦ πατρὸς » αὐτῆς. ποῖ ἐξῆλθεν; εἰς ὀσμὴν μύρου τοῦ σωτῆρος· τύπον γὰρ ἐπέχει τῆς ἐξ ἐθνῶν ἐκκλησίας. ἀλλὰ καὶ ὁ σωτὴρ ἐξῆλθεν «ἐκ τῆς συγγενείας » τοῦ Ἰσραὴλ «καὶ τοῦ οἴκου τοῦ πατρὸς » αὐτοῦ, τῆς Ἰερουσαλήμ. καὶ ὑποδέχεται αὐτὸν ἡ Χανανῖτις, ἡ καὶ τὸν Ἡλίαν δεξαμένη χήρα· τί δὲ ἐβόα κράζουσα· κύριε, υἱὲ ∆αβίδ ; πόθεν ᾔδει οὕτως καλεῖν, μήτε νόμον μήτε προφήτας μελετήσασα; κύριον μὲν κατὰ τὴν θεότητα, υἱὸν δὲ ∆αβὶδ κατὰ τὴν σάρκα. νόει μοι τὸν τῆς χήρας υἱὸν νεκρὸν ὄντα, τοῦτ' ἔστιν τὸ νενεκρωμένον σῶμα, τὴν δὲ ψυχὴν καθαρισθεῖσαν τοῦ δαιμονίου. ἀπεκατέστησε τὰ ἀμφότερα σῶα. 8 82 Mt 16, 1®4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ ἐπιθυμίαν ἄλογον πληροῖ πρὸς τὸ δεῖξαι τὴν δύναμιν· οὐδὲ γὰρ αὔξιμον τοῖς τοιούτοις ἐπιδαψι λεύεσθαι τὰς χάριτας οἳ μὴ ταῖς δοθείσαις ἱκαναῖς οὔσαις ἀρκοῦνται. ἐξ οὐρανοῦ δὲ σημεῖον αἰτοῦσιν οἷον τροφὰς ὧσπερ ἐπὶ τῶν πατέρων ἢ στάσιν στοιχείων ὡς ἐπὶ τοῦ Ἰη σοῦ τοῦ Ναυῆ. εἰπὼν δὲ αὐτοὺς γενεὰν πονηρὰν καὶ μοιχαλίδα καταλείπει ὡς νυμφίος τὴν γενο μένην πόρνην πόλιν πιστὴν Σιὼν τὴν Ἰουδαίων συναγωγήν. Οὔτε ἰατρὸς ἄκαιρον ἐπιθυ μίαν δίδωσι τοῖς νοσοῦσιν ὡς λύου σαν αὐτῶν τὴν νόσον οὔτε τὴν ἡδο νὴν αὐτῶν ἐμπίπλησι βρωμάτων βλαβερῶν, ὡσαύτως καὶ ὁ σωτὴρ ἐπιθυμίαν ἄλογον οὐ πληροῖ πρὸς τὸ δεῖξαι τὴν δύναμιν αὐτοῦ· πολλὰ γὰρ ἑωράκασιν ἐξ οὐρανοῦ ση μεῖα· «πνεῦμα καταβαῖνον ὡσεὶ πε ριστεράν », τοὺς οὐρανοὺς ἀνεῳγ μένους καὶ τὴν πατρικὴν «φωνὴν λέγουσαν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ». 83 Mt 16, 23 Οὐκ ἀπολογίαν δὲ τοῖς δρῶσιν τὸ πάθος διὰ τούτων παρέχει· οὐ γὰρ συνέπνει τῇ τοῦ θεοῦ βουλῇ τὸ Ἰουδαίων φρόνημα καὶ ἐπιβούλευμα οὐδὲ τότε ἔσπευδον, ὅπερ ᾠκονόμει θεός, ὥστε ἐκείνοις μὲν κατὰ γνώμην τὸ πραττόμενον ἀσέβημα ἦν, θεῷ δὲ καὶ σοφὸν οἰκονόμημα καὶ ἀνθρώ ποις σωτήριον εὐεργέτημα. 84 Mt 16, 27 Τὸ δὲ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ· τῇ δόξῃ φησὶ τοῦ θεοῦ, διότι καὶ ἄνθρωπος γενόμενος θεοῦ υἱός ἐστιν
About this text
Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.