Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
ὡς δηλοῖ παράλληλα τιθεὶς ἑκάτερα υἱὸν τοῦ ἀνθρώπου λέγων καὶ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ παρεσόμενον. προσβεβαιοῖ δὲ τὸ λεγόμενον τῷ καὶ μετὰ τῶν ἀγγέλων αὐτοῦ · θεοῦ γὰρ οἱ ἄγγελοι, ποιήματος δὲ οὐδενὸς οὐχ ὅπως ἀνθρώπου. διὰ τοῦτο γοῦν καὶ «κύριος τῶν δυνάμεων » ὄνομα θεῷ. ὄνομα δὲ τῆς ἰδιότητος γνώρισμα. τὸν δὲ τοιοῦτον ἐπιφανέντα φησὶν ἀποδώ σειν ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ . 85 Mt 17, 5 Πατὴρ υἱὸν μηνύων φαίνεται τῆς ἐκεῖθεν ἠχούσης φωνῆς οἷον ἐκτυ πούσης καὶ αὐτῆς τὴν ἄνωθεν ἐρχομένην παρὰ πάντας μαρτυρίαν· οὐ γὰρ ἐξάκουστον φωνὴν θεοῦ νομιστέον· οὐδὲ γὰρ αἰσθητὸν ἐξ ἀσωμάτου. καὶ ὥσπερ «οὐδεὶς ἑώρακεν θεὸν πώποτε », οὐδὲ ἀκήκοεν θεόν. τὸ δὲ ἀκούετε αὐτοῦ διαστολῆς ἔχει δύναμιν ἀναγκαίας· αὐτοῦ γάρ φησιν μᾶλλον ἢ Μωσέως εἰσηγησαμένων προφητῶν, ὅτι προελθεῖν ἤδη καιρὸς καὶ μετελθεῖν ἐκ τῆς εἰσαγωγῆς ἐπὶ τὴν τελειότητα, ἐκ τῶν τύπων ἐπὶ τὴν ἀλήθειαν· νόμου γὰρ εἰσαχθέντος διὰ τῆς ἄνωθεν ἐπιφανείας οὐχ οἷόν τε ἦν τὸ μεῖζον ἰσχῦσαι παρὰ ἀνθρώποις μὴ οὐχ ὑπὸ τῆς ἄνωθεν ἐπιφανείας εἰσηγμένον. 86 Mt 17, 22®23 Λέγει τοίνυν τὸ συμβησόμενον ἐν Ἰερουσαλὴμ οὔπω πλησιάζοντος οὐδὲ τοῦ χρόνου καθ' ὃν ἔδει παθεῖν, ἵνα καὶ τὴν πρόγνωσιν θείαν οὖσαν ἀνακαλύψῃ καὶ ὅτι ἑκουσίως πάσχειν ἔμελλεν, ἅτε μὴ ὑπ' ἀγνοίας ἀπιὼν ἔνθα πείσεσθαι ἔμελλεν. καὶ τοῖς μαθηταῖς δὲ πρὸς ὠφελείας ἐγίνετο πρὸς τὸ μὴ ταράσσεσθαι ὡς ἀνθρώπων ἰσχυσάντων κατ' αὐτοῦ. 87 Mt 17, 24 Νομικὸν ἦν τοῦτο τέλος τῶν διδράχμων διὰ Μωυσέως ὁρισθὲν λέγοντος· «δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς τῆς ἑαυτοῦ κυρίῳ, τὸ ἥμισυ τοῦ διδράχμου ». ταῦτα δὴ συνέλεγον οἱ Ἰουδαῖοι παρὰ πάντων καὶ ἐδίδοτο τὸ δίδραχμον δύο ψυχῶν λύτρωσις κατὰ τὸν νόμον οὔτε τοῦ πλουτοῦντος προστιθέντος ᾧ ὁ νόμος εἴρηκεν οὔτε τοῦ πενομένου ἐλαττοῦν τος «ἀπὸ τοῦ ἡμίσεως τοῦ διδράχμου ». ὅ ἐστιν, φησίν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον, οὐδὲν ἕτερον αἰνιττομένου τοῦ πράγματος ἢ τὸ λύτρον τὸ ἀλη θινόν, ἐπείπερ ἐσκιαγραφεῖτο πάντα εἰς τοῦτο. τὸ δὲ λύτρον τὸ ἀληθινὸν ὁ κύριος ἦν δυνάμει τὸν πατέρα ἔχων ἐν ἑαυτῷ, καθὸ χαρακτήρ ἐστι θεϊκός, οὗ δὴ σύμβολον τὸ δίδοσθαι τὸ δίδραχμον, καίτοι δραχμῆς οὔσης τῆς λυτρουμένης καὶ μὴ πλέον τοῦ 9 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννοῆσαι δύνασθαι περὶ τὸν Χριστόν, ὅθεν εἴρηται «πᾶν τὸ πλήρωμα τῆς θεότητος ἐν αὐτῷ κατ οικεῖν σωματικῶς ». 88 Mt 17, 27 Παρίστησιν ἑαυτὸν καὶ θαλάσσης καὶ τῶν ἐν αὐτῇ καὶ παντὸς στοιχείου δημιουργὸν εἶναι καὶ κύριον ὡς υἱὸν ἴδιον τοῦ θεοῦ καὶ πατρός· ὁ γὰρ ἰχθὺς οὗτος τύπον ἐπεῖχε τῆς ἐκκλησίας τῆς πάλαι τῇ τῆς ἀπιστίας ἅλμῃ καὶ δεισιδαιμονίας κατειλημμένης καὶ βαθέως ἐν βυθῷ κεκα λυμμένης καὶ ταραχῇ καὶ ζάλῃ τῶν βιωτικῶν ἡδονῶν καταβεβαπτισμένης, ἀναχθείσης δὲ τῷ ἀγκίστρῳ τῶν ἀποστόλων τῷ διδασκαλικῷ καὶ ἁλιευ τικῷ καὶ θηρῶντι λόγῳ πρὸς τὴν τοῦ θεοῦ γνῶσιν, «τοῦ ἐκ σκότους ἡμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς ». 89 Mt 18, 12®13 Κατὰ τοῦτο εἰκότως καὶ τὴν εἰς κόσμον αὐτοῦ παρουσίαν τῇ προ κειμένῃ παραβολῇ προσαρμόζει ὡς ἐπὶ τὸ ἀπολωλὸς γεγονυῖαν πρόβατον, τοῦτ' ἔστιν τὸν ἄνθρωπον ἀπὸ τῶν προβάτων ὄντα τῶν ἑκατόν , ἀπὸ τοῦ πλήθους τῶν οὐρανίων δυνάμεων, ὁμοιογενῆ αὐτοῖς ὄντα καθὸ λογικός, καθὸ πρόβατον ἐν προβάτοις ἀριθμούμενον, ἐλάχιστον δὲ ὡς πρὸς τὸ πολὺ πλῆθος καὶ διὰ τοῦτο ἐν προβάτοις ἑκατόν . πλάνη δὲ αὐτοῦ τὸ πταῖσμα τοῦ Ἀδάμ. ζητεῖται δὲ εἰκότως, ὅτι καὶ ὁμοιογενὴς τοῖς παρὰ θεῷ μείνασι καὶ πρὸς ἀναπλήρωσιν αὐτῶν ἀναγκαῖον, ἵνα μὴ ἐνδεὴς εἴη ποιμὴν καὶ κολοβὸς εἴη, καθὸ καὶ ἀνακεφαλαίωσιν «τῶν πάντων » εἶπεν ὁ Παῦλος «ἐν Χριστῷ » τὴν τοῦ περιρρυέντος μέρους ἐπανάληψιν οὐκ ἐντελοῦς οὔσης τῆς τῶν ὅλων ἐν Χριστῷ συστάσεως διὰ τὸ ἐκλεῖπον καὶ ἐλλεῖπον. 90 Mt 18, 25 Ἴδιον παραβολῆς τὸ κελεῦσαι πραθῆναι τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθῆναι · ἐπὶ μὲν γὰρ τῶν ἀνθρω πίνων πραγμάτων τοῦτο δυνατόν, ἐπὶ δὲ τῆς παρὰ Χριστῷ κρίσεως οὐκ οἰκείων πιπρασκομένων οὐδὲ χρημάτων ἡ ἀπόδοσις ἂν γένοιτο τῶν ὀφειλο μένων. ἀλλ' ὑποδείκνυται ἡ πάντων ἀφαίρεσις ὧν τις ἔχει τερπνῶν καὶ καθ' ἡδονὴν καὶ ἡ διὰ τῶν παθημάτων ἀπόδοσις· ἐπὶ δὲ τῶν ἐναντίων τὸ ἐναντίον λύεται· τὰς οὖν ἡδονὰς οἱ πόνοι λύουσιν. διὸ καὶ ὁ
About this text
Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.