Fragmenta in Matthaeum · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT.

Greek

Χριστόν. 100 Mt 19, 28®29 Κρινοῦσιν οἱ ἀπόστολοι τῇ ἀρετῇ τὴν κακίαν ἐλέγχοντες. ἔστι δὲ «νῦν » ἡ τῶν πολλαπλασίων ἀπόλαυσις κατὰ τὴν κοινωνίαν, οὐ κατὰ τὴν κτῆσιν· ὥσπερ δὲ προτέθεικεν ὁ σωτὴρ τὰ τῶν ἀδελφῶν ἅπαντα τοῖς ὑπὲρ τοῦ εὐαγγελίου στρατευομένοις οὕτως καὶ οἰκίας πολλὰς καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς ὕπαρξιν τοῖς τὰ ἴδια καταλείπουσιν, ὅτι ἡ ἀγάπη πᾶσαν ἐπλήρωσεν οἰκειότητα καὶ πᾶσαν χρείαν. προστέθεικεν δὲ ὁ Λουκᾶς καὶ περὶ γυναικός· τοῦτο δὲ κατὰ τὸν Παῦλον κελεύοντα τιμᾶν «πρεσβυτέρας » μὲν «ὡς μητέρας, νεωτέρας δὲ ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ ». ὥσπερ γὰρ ἀδελφοὺς δίδωσι τοὺς οὐκ ἀδελφοὺς καὶ γονεῖς τοὺς οὐ γονεῖς, τέκνα τὰ οὐ τέκνα, οὕτως καὶ γυναῖκα τὴν οὐ γυναῖκα ἑτέρῳ τρόπῳ δηλαδὴ τὰς οἰκειότητας ἐκ πληρῶν, οὐ σωματικῶς. ἀπολείπειν δὲ οὖν κατὰ σάρκα γένος ἀγαθόν ἐστι διὰ τὴν πνευματικὴν ζωήν, καθὰ καὶ πάλαι περὶ τῆς Λευὶ φυλῆς ἔλεγεν Μωυσῆς· «ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ οὐχ ἑόρακά σε, καὶ τοὺς υἱοὺς αὐτοῦ, ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου δι ετήρησεν. δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσι αστήριόν σου »· ἐκεῖ τε γὰρ διὰ τὴν θείαν σπουδὴν τοῦ γένους ἀπόστασις καὶ ἐνταῦθα τὸ ἴσον· οὐδὲ γὰρ ὡς ἀλλοτρίων ὄντων θεοῦ τὸν χωρισμὸν ἀποδέχεται, ἀλλ' ὡς οὐ σχολὴν οὖσαν περὶ ταῦτα διατρίβειν τὸν ἀνακεῖσθαι μέλλοντα τῇ τοῦ εὐαγγελίου λειτουργίᾳ. οὕτως τοίνυν οὐδὲ τὸν ἀπὸ γυναικὸς καὶ γάμου χωρισμὸν ὡς ἀπό τινος πονηροῦ νομιστέον ἐπαινεῖσθαι, ἀλλ' ὥστε μηδὲ τοῦτο ἐμπόδιον εἶναι τῷ λειτουργῷ καὶ καθάπαξ ἡ τῶν πνευματικῶν προτίμησις οὐκ ἀλλότρια δείκνυσι τὰ σαρκικὰ ὡς ἐπιχειροῦσιν οἱ Μανιχαῖοι τὴν τοῦ θεοῦ κτίσιν ἀθετοῦντες. ἀδιάφορον δὲ τὸ λέγειν ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος ἢ «ἕνεκεν τοῦ εὐαγγελίου » ὡς ὁ Μᾶρκος ἢ «ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ » ὡς ὁ Λουκᾶς. τό τε γὰρ ὄνομα τοῦ Χριστοῦ δύναμίς ἐστι τοῦ εὐαγγελίου καὶ τῆς βασιλείας, τό τε εὐαγγέλιον εἰς ὄνομα ἀνήρτηται τοῦ Χριστοῦ καὶ ἡ βασιλεία τοῦ θεοῦ διὰ τοῦ ὀνόματος αὐτοῦ χαρίζεται.

About this text

Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.