Fragmenta in Matthaeum · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

ὁ θεὸς θέλει ἔχειν τῇ προαιρέσει, τὴν ἁπλότητα, τὴν ἀμνησικακίαν, τὸ ἀγαπᾶν τοὺς γονέας, κἂν τύπτηται ὑπ' αὐτῶν. ἐπετίθη δὲ τὰς χεῖρας τοῖς παιδίοις τῆς ἐπι θέσεως τῶν χειρῶν διδασκούσης τὴν τῆς θείας δυνάμεως ὅπλισιν. 97 Mt 19, 17 Καλὴ ἡ τοῦ νόμου προπαίδεια καὶ οὐκ ἀναιρεῖ ὁ Χριστὸς αὐτήν, ἀλλ' εἰ θέλεις, φησίν, εἰς τὴν ζωὴν εἰσελθεῖν , τήρει τὰς ἐντολὰς ἀρχὴν τῆς ὁδοῦ ταύτης ἐπιδεικνύων, οὐ συμπλήρωσιν· καὶ τὸ μὴ ἀλλό τριον εἶναι ἑαυτοῦ τὸν νόμον διὰ τούτου μαρτυρῶν· ἡ 11 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23®26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμοίωσις· «στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν ». ἆρ' οὖν καὶ τὰ κακά; ὅπου γὰρ ὁ θεός, εἴρηται, τὸ καλὸν ἕπεται καὶ οὐδ' ἂν ἐννοήσαι τις ὑγιαίνων, ὅτι τὰ κακὰ θεῷ δυνατὰ οὐδὲ ἀδυναμίᾳ εἴποι ἂν τὰ καλὰ μὴ ποιεῖν· ἀσθένεια γὰρ τοὐναντίον ἡ τῶν κακῶν ποίησις καὶ ἀσθενείας τὰς ἁμαρτίας ὁ Παῦλος καλεῖ λέγων· «ἔτι γὰρ ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν Χριστὸς ὑπὲρ ἀσεβῶν ἀπέθανεν » καὶ ὁ ψαλμῳδός· ἐπλήσθησάν φησιν «αἱ ἀσθένειαι αὐτῶν »· τὰς ἁμαρτίας ἀσθενείας καλεῖ λέγων. ἀλλ' οὐδ' ἐκεῖνό τις ἂν ἐγκαλέσειεν τῷ λόγῳ τῷ λέγοντι πάντα θεῷ δυνατὰ οἷον λέγειν εἰώθασιν. ἆρ' οὖν καὶ τὸ γένος ποιῆσαι μὴ γεγονέναι θεῷ δυνατόν ἐστιν; ἀχρεῖον γὰρ αὐτῷ πάλιν τὸ τοιοῦτον· οὐδὲν δὲ ἀχρεῖον ἐπὶ θεοῦ δυνάμεως παραλαμβάνεται. ὥστε περισσαὶ πᾶσαι αἱ κατὰ τοῦ λόγου συκοφαντίαι. εἰπὼν δὲ ὁ Μᾶρκος, ὅτι «Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν ἀυτὸν » ζήτησιν κινεῖ, πῶς ἠγαπήθη ὁ μὴ μέλλων ἀκολουθεῖν ἐπὶ «τὴν ζωήν ». ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας καὶ ταῦτα ἐκ νεότητος, τῇ δὲ περὶ τὸ τέλειον ὀλιγωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην τελείαν οὐκ εἴασε γενέσθαι, ὥσπερ οὐδὲ τὴν τελειότητα ἐδείξατο. διόπερ ὁ Παῦλος ἀτελὲς ἅπαν τὸ ἐν νόμῳ κατα λαβὼν ἐπὶ τὴν τελειότητα ἔσπευσεν. 99 Mt 19, 27 Οὐχ ὡς μεγάλα τινὰ καταλελοιπότες, ἀλλ' αὐτῶν, ὧν εἶχον, ἐκ στάντες καὶ τὴν προαίρεσιν ἐπιδείξαντες τὴν ἁπάντων προτιμῶσαν

About this text

Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.