Unit 4 rem early
Rem early: Unit 4; lemma and argument toward the thesis.
Greek
γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς προσκομίζειν τῷ θεῷ, ἅπαντα πληροῦντας ἐκεῖ τὰ κατὰ νόμον. ἀλλὰ μὴν καὶ ληνὸν τὸν βωμόν, ἐφ' οὗ τὸ τῶν θυσιῶν ἐξεχεῖτο τὸ αἷμα, γεωργοὺς δὲ τὸ ἱερατικὸν τάγμα καὶ ἅπαντας τοὺς τοῦτο ἐγκεχειρισ μένους, ὥστε σκευάζειν τὸν λαὸν τὴν ἀπὸ τῆς τοῦ νόμου διδασκαλίας ἐπικαρπίαν τῷ θεῷ δι' «ἀγαθῆς » προσάγειν «συνειδήσεως ». ἀποστα λέντας δούλους τοὺς κατὰ καιρὸν λέγει προφήτας, οἳ ἀπεστέλλοντο πρὸς τὸ εὐγνώμονα γενέσθαι τὸν λαὸν περὶ τὰ ὀφειλόμενα τῷ θεῷ ἢ καὶ τοὺς ἱερέας· συνεχὴς γὰρ αὐτοῖς ὁ ἔλεγχος κατ' ἐκείνων μάλιστα ἐγίνετο ὡς καὶ τοῖς λοιποῖς αἰτίων τῆς βλάβης· παθόντες δὲ ὅσα μυρία παρὰ τῶν Ἰουδαίων κακὰ καὶ μάλιστα παρὰ τῶν ἡγεῖσθαι δοκούντων ἐν αὐτοῖς διετέλεσαν ἀνύοντες πλέον οὐδέν· ἄφιξιν δὲ λέγει τοῦ υἱοῦ τὴν αὐτοῦ παρουσίαν παθόντος ὑπ' αὐτῶν καὶ ἀναστάντος καὶ κακῶς ἀπ ολέσαντος αὐτούς· 111 Mt 22, 2®14 Γάμος οὗτος ἐκκλησίας συναπτομένης τῷ λόγῳ καὶ παρασκευὴ τοῦ γάμου διὰ τῆς τῶν πλουσίων χαρισμάτων δόσεως, ἅπερ εἰκάζεται ταύροις καὶ σιτιστοῖς ἐν εὐωχίᾳ πλουσίᾳ παρασκευαζομένοις· «ἐν παντὶ » γὰρ «πεπλουτίσθαι» ἡμᾶς ἐν Χριστῷ ὁ Παῦλός φησιν, «ἐν λόγῳ καὶ γνώσει». πρῶτοι δὲ καὶ δεύτεροι δοῦλοι καλοῦνται, πρῶτοι μὲν οἱ κατὰ τὴν τοῦ κυρίου παρουσίαν προσδραμόντες ἀποστόλων συνεργοὶ καὶ διάδοχοι. ἀμέλεια δὲ κωλύει τοὺς καλουμένους· οἱ γὰρ «κατὰ σάρκα περιπατοῦντες » οὐχ ἕπονται κλήσει θείᾳ τῇ κατὰ Χριστόν. εἶτα λοιπὸν ἡ κλῆσις τῶν ἐθνῶν καὶ οὐκέτι διάκρισις γένους οὐδὲ τῷ Ἰσραὴλ ἡ προνομία, ἀλλὰ καὶ τοῖς ἠμελημένοις καὶ τοῖς ἀπερριμμένοις ἡ χάρις, «σοφοῖς τε καὶ ἀνοήτοις » ὡς ὁ Παῦλός φησιν, πονηροῖς τε καὶ ἀγα θοῖς ὡς ἡ παραβολὴ λέγει· τοὺς γὰρ ποσωσοῦν ἑαυτῶν ἐπιμεληθέντας συγκρίσει τῶν ἐξ ὅλου φαύλων οὕτως καλεῖ. καὶ οἱ πονηροὶ δὲ πρὸς μετάστασιν τὴν ἐκ πονηρίας, ἐάνπερ ὅλως ὑπακούσωσι τῇ κλήσει τῇ ἀγαθοποιῷ καὶ «ἐνδύσαιντο τὸν καινὸν ἄνθρωπον»· εἰ δὲ μὴ τοῦτο, ἐκλήθησαν μέν, οὐκ ἐξελέχθησαν δέ, ἀλλὰ καὶ ἡ κλῆσις αὐτῶν ἀνα τρέπεται· ἐλέγχονται γὰρ καὶ τὴν εἴσοδον οὐκ ἀληθῆ πεποιημένοι. διάκονοι δὲ οἱ ἐκβάλλοντες τοὺς τοιούτους ἄγγελοί εἰσιν. ποδῶν δὲ καὶ χειρῶν δέσις ἡ πάσης ἐνεργείας ἐποχή· οὐ γὰρ ἔτι πρᾶξις οὐδε μία τοῖς πονηροῖς ἐνδίδοται πεπληρωμένου τοῦ καιροῦ τῶν ξένων ἐν ᾧ πεπράχασιν οὐδὲν ἀγαθόν. σκότος δὲ ἐξώτερον λέγων τὰ πορρω τάτω λέγει τῆς θείας ἀρετῆς τε καὶ δόξης. 112 Mt 22, 16 Ἀλλ' ὅτι οἱ τὸν Ἡρώδην Χριστὸν εἶναι λέγοντες, ὡς ἱστορεῖται, τούτους δὴ ὡς ἐναντιωτάτους τῷ ἀληθινῷ Χριστῷ καὶ ὡς περὶ τὸν ἄρ χοντα ὄντας καὶ δυναμένους κατηγορεῖν μάρτυρας παρεῖναι βούλονται τῇ ἐρωτήσει τῶν πειραζόντων. 113 Mt 22, 23®33 Ἴσμεν δέ, ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος ἔτι διαμάχονται ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον· ταύτας γὰρ ζῆν καὶ περὶ τούτων εἰρηκέναι τὸν κύριον ὡς τούτων ὄντος θεοῦ τοῦ θεοῦ. οὐ δήπου δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἦν ἡ ἀντιλογία, ἀλλὰ περὶ σωμάτων, ὥστε περὶ τούτων ἡ ἀπόκρισις. λέγεται δὲ τότε ἀνίστα σθαι ὁ νεκρός, ὅτε μετὰ σώματος ἡ ψυχή, οὐχ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ' ὡς ἀπράκτου οὔσης καὶ τὰ τῆς ζωῆς ἴδια ὅσα μετὰ σώματος οὐκ ἐχούσης· ἓν γάρ τι τὸ συναμφότερόν ἐστιν ἄνθρωπος καὶ ἡ ζωὴ κοινὴ καὶ ἑκατέρων δεῖ πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν συστῆναι. 114 Mt 22, 43 Οὐκ εἶπε δὲ τοῦ πνεύματος κύριον , ἀλλὰ τοῦ ∆αβίδ · οὐ γὰρ ἐπειδὴ ἐν πνεύματι λαλῶν κύριον ἐκάλεσεν τὸν Χριστόν, διὰ τοῦτο δουλοποιητέον τὸν πατέρα ὡς τολμῶσιν οἱ εἰς τὸ πνεῦμα ἀσεβοῦντες. λέγει γοῦν «καὶ υἱὸν » αὐτὸν «τῆς παιδίσκης 14 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ». καὶ οὐδέπω τῷ πνεύματι ἥρμοζεν «μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ τὸ πνεῦμά σου »· οὐ γὰρ αὐτὸ ἑαυτῷ ἔμελλεν ἀνταν αιρεῖσθαι οὐδὲ ὅτε ἁμαρτίας ἐξωμολογεῖτο καὶ αὐταὶ τοῦ πνεύματος ἦσαν ἐξομολογήσεις. 115 Mt 23, 15 Ὅρα, ὅτι οὐ φύσει τινὲς υἱοὶ γεέννης · ζητητέον δὲ εἰ πρὶν ἰου δαΐσαι οἱ ἐθνικοὶ οὐκ ἦσαν οἱ υἱοὶ γεέννης . 116 Mt 23, 16®22 Ἐπειδὴ γὰρ χρυσὸν ἐθαύμαζον, τὸν ἐν τῷ ναῷ χρυσὸν ὑπὲρ τὸν ναὸν ἐτίμων δέον μὴ τὴν ὕλην τιμᾶν, ἀλλὰ τὸ ὄνομα, ὅτι θεοῦ ὀνό ματι ὁ ναὸς ἀνέκειτο καὶ ὁ χρυσὸς διὰ τὸ ὄνομα τοῦ ναοῦ τίμιος ἀπε δείκνυτο. καὶ ἐπειδὴ τῶν θυσιῶν ὠρέγοντο διὰ τὰ ἐξ αὐτῶν κέρδη,
About this text
Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.