Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; reading with the letter.
Greek
τὸ δῶρον τοῦ θυσιαστηρίου μᾶλλον ἐδόξαζον ὃ πρὶν μὲν ἐπιτεθῆναι τῷ θυσιαστηρίῳ πρόβατον ἦν ἢ μόσχος ἤ τι τοιοῦτον, διὰ δὲ τὴν ἐπὶ τὸ θυσιαστήριον ἐπίθεσιν θῦμα ἤδη θεοῦ ἦν καὶ ὠνομάζετο καὶ ἅγιον ἐπεδείκνυτο· καὶ γὰρ τὸ μὲν θυσιαστήριον ἐχρίετο τῷ ἁγιάζοντι χρί σματι, τὸ δὲ δῶρον δι' ἐκείνου μετελάμβανεν ἁγιασμοῦ. οὐ μὴν ἐπί γε τῶν πνευματικῶν οὕτως· χρυσὸς γὰρ ἐν τῷ νῦν ναῷ θεοῦ τῷ πνευμα τικῷ τὸ πνεῦμα ἦν αὐτὸ καὶ δῶρον ἐπὶ τοῦ πνευματικοῦ θυσιαστηρίου τὸ σῶμα τοῦ Χριστοῦ. διόπερ τὰ ἐνόντα μείζονα νῦν ἢ τὰ δεχόμενα· ταῦτα μὲν γὰρ ἁγιάζει, ἐκεῖνα δὲ ἁγιάζεται. 117 Mt 23, 25®26 ∆ιὰ συμβόλων ὁ νόμος ἐδίδασκεν τὴν ἐν τῷ βίῳ καθαρότητα. καὶ ἡ κατὰ Ἰουδαίους συνήθεια τοιαύτη τις ἦν, ἐκ τῶν ἀρχαίων παραδόσεων ἀποκλύζειν τὰ ποτήρια καὶ τὸ τοῦ ὄψου σκεῦος, ἵνα καθαρὸν ἐκ τῆς τῶν ἁμαρτωλῶν ἐπαφῆς τοῦτο κατέχοιεν καὶ οὕτως τὴν τῶν ἁμαρτωλῶν φεύγοιεν κοινωνίαν, ὡς μηδὲ ὧν ἐφήψαντο σκευῶν ἐφάπτεσθαι. πολλῷ δὲ μᾶλλον παρεσκευάζοντο διὰ τῶν τοιούτων ἐθῶν αὐτὴν φεύγειν τὴν ἁμαρτίαν. οἱ δὲ τὰ μὲν ἔθη ταῦτα ἐφύλαττον ἐπιμελῶς, αὐτοὶ δὲ ἁρπάζοντες καὶ βιαίως κερδαίνοντες βδελυροὶ διὰ τῶν ἔργων ἐγίνοντο. ταύτην οὖν, φησίν, ἀπόφυγε τὴν ἀδικίαν, ὦ Φαρισαῖε τυφλὲ καὶ μηδὲ ἃ πράττεις ὁρῶν· καὶ καθαρά ἐστί σοι τὰ ἐν τῷ ποτηρίῳ καὶ ἐν τῇ παροψίδι μὴ ἐξ ἀδικίας λαμβανόμενα. πολὺ κάλλιον καθαίρει τὸ σκεῦος ἡ δικαιοσύνη παρὰ τὸ ὕδωρ. 118 Mt 23, 34 Σοφοὺς τοὺς πνευματικὴν σοφίαν ἔχοντας, ἣν ὁ Παῦλός φησιν, καὶ γραμματεῖς τοὺς τὰ παλαιὰ καινῶς ἑρμηνεύοντας, ὥστε τὰ μὲν ὀνόματα τὰ αὐτὰ τοῖς πάλαι προφήταις καὶ σοφοῖς καὶ γραμματεῦσιν, οὐ τὰ αὐτὰ δὲ πράγματα· οὐδὲ γὰρ περὶ τῶν αὐτῶν ἡ προφητεία οὔτε ἡ σοφία οὔτε ἡ γραμματεία. τὸ δὲ ἀποστελῶ εἰπὼν τὸ θεϊκὸν ἔδειξεν· θεοῦ γὰρ τὸ ἀποστέλλειν προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς τοῦ δυναμένου τὸ πνεῦμα διδόναι τῆς προφητείας καὶ σοφίας καὶ γνώ σεως. 121 Mt 23, 37 Ὑπὲρ οὗ ἔμελλε πληγὰς αὐτῇ ἐπαγαγεῖν διὰ τὸ εἶναι αὐτὴν μιαι φόνον. αἰτιᾶται τοίνυν αὐτὴν ὡς φονικήν· ἡ ἀποκτείνουσα γάρ, φησίν, τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν καὶ ὅτι πολλάκις δυναμένη τυχεῖν ἐλέους οὐκ ἠθέλησεν· τὸ γὰρ ποσάκις πολλοὺς ἔδειξε χρόνους καὶ πολλὰς γενεάς, ὅτε τὸν λαὸν ἐξ αἰχμαλωσίας ἐπανήγαγεν. οἱ δὲ ἐσκόρπιζον ἑαυτοὺς διὰ τῶν ἁμαρτιῶν. εἰπὼν δὲ πτέρυγας καὶ σκέπην διδάσκει τὸ θεοπρεπὲς αὐτοῦ καὶ ἐν ἀνθρωπίνῃ μορφῇ οἷον τὸ ὑπὸ Μωυσέως εἰς θεὸν εἰρημένον· «διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς »· καὶ ὁ ∆αβίδ· «οἱ δὲ υἱοὶ τῶν ἀνθρώ πων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν »· ἐπειδὴ γὰρ ὁ σατανᾶς διεσκόρπιζεν αὐτοὺς πῇ μὲν εἰς εἰδωλολατρίαν, πῇ δὲ εἰς φιληδονίας, ἀπέστειλε προφήτας, εἶτα καὶ δι' ἑαυτοῦ ἦλθεν ὥστε «συναγαγεῖν » αὐτοὺς «εἰς ἕν». οἱ δὲ οὐκ ἠνέσχοντο ὑπὸ τὴν σκέπην αὐτοῦ εἶναι· ἐγὼ μὲν γάρ, φησίν, ὡς ὄρνις φιλόστοργος ἀεί σε εἶχον προσεπισπᾶσθαι πρὸς ἐμαυτόν, σὺ δὲ οὐκ ἤθελες, ἀλλ' ἐσκόρπιζες 15 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα ὑπὲρ αὐτῶν. 122 Mt 24, 5®14 διὸ καὶ δύο συντελείας προαναφωνεῖ· μίαν μὲν τὴν τῶν Ἱεροσολύμων, δευτέραν δὲ τὴν τῆς οἰκουμένης πάσης. καὶ τίνες ἦλθον ἐπὶ τῷ ὀνόματι αὐτοῦ; Σίμων ὁ μάγος λέγων ἑαυτὸν εἶναι τὴν δύναμιν τὴν μεγάλην, ἦλθεν Μανιχαῖος, ἦλθεν ∆οσίθεός τις Σαμα ρείτης τὸν ὑπὸ Μωσέως ἀνακηρυχθέντα προφήτην λέγων ἑαυτόν. Μον τανὸς εἶπεν ἐν οἰκείοις συγγράμμασιν· ἐγώ εἰμι ὁ λόγος, ὁ νυμφίος, ὁ παράκλητος, ὁ παντοκράτωρ, ἐγὼ τὰ πάντα. 123 Mt 24, 26 τὴν ἔρημον δὲ λέγει διὰ τὸ τηνικάδε τὸν Ἰωάννην ἐν ἐρήμῳ διάγειν, ἐν δὲ τοῖς ταμείοις διὰ τὸ τὸν Χριστὸν ἐν τῇ πρώτῃ παρουσίᾳ ἐν σπηλαίῳ καὶ οἰκίσκῳ μικρῷ γεγεννῆσθαι. 124 Mt 24, 26 Τῇ ἀοικήτῳ ἐρήμῳ ἀντιδιαστέλλων τὴν οἰκουμένην <ἣν> διὰ τῶν ταμιείων σημαίνει, φησίν. 125 Mt 24, 27®28 Ὥσπερ γὰρ ἐπὶ νεκρῷ ζῴῳ οἱ ἀετοὶ καταρράσσουσιν, ἵνα τραφῶσιν, οὕτω καὶ τοῦ Χριστοῦ ὀφθέντος συνενεχθήσονται αὐτῷ οἱ ἅγιοι· οὐ γὰρ ὥσπερ ἐπὶ τῇ πρώτῃ παρουσίᾳ ἀπὸ τόπου εἰς τόπον ἐποιεῖτο τὴν μετά βασιν διὰ τὴν σάρκα, οὕτω καὶ ἐπὶ τῆς δευτέρας ἔσται, ἀλλ' «ἐν ῥιπῇ ὀφθαλμοῦ » πᾶσι κατάδηλος ἔσται ἡ παρουσία αὐτοῦ, ὡς ἀστραπὴ μὴ δεομένη τοῦ μηνύοντος. καὶ εὐθέως πρὸς αὐτὸν συνάγονται πάντες οἱ ἅγιοι πτεροφυήσαντες ὡς ἀετοί· ὅπου γὰρ τὸ κατὰ τὴν οἰκονομίαν τοῦ πάθους πτῶμα πεσόντος Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συνα χθήσονται οὐχ οἱ τυχόντες, ἀλλ' οἱ
About this text
Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.