Fragmenta in Matthaeum · §u05-rem-mid

Unit 5 rem mid

Rem mid: Unit 5; lemma continues; reading with the letter.

Greek

διὰ τοῦτο οἱ φονῶντες κατ' αὐτοῦ ἐνέδυσαν αὐτὸν μὴ νοοῦντες, ὃ ἐποίουν, μᾶλλον δὲ τοῦ ἐν Ἰησοῦ τοῦ Ναυῆ κοκκίνου ῥάμματος καὶ τοῦ ἐνδήσαντος «τὴν χεῖρα » ἑνὸς τῶν ἐκ τῆς Θάμαρ Ἰούδα υἱῶν σύμβολον ἡ χλαμὺς αὕτη τῷ τὰ αἵματα τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ἀνθρώπων ἀνειληφέναι ὑπὲρ σωτηρίας πάντων τὸν σωτῆρα. οἱ δὲ «ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν » συμ πνιγόμενοι λαβόντες τὸν λόγον τοῦ θεοῦ καὶ μὴ τελεσφοροῦντες πλέ κοντες ἀκάνθας στεφανοῦσι τὸν Ἰησοῦν ἀτιμάζοντες, ὁ δὲ τὰς ἀκάν θας ἡμῶν ἀναλαβὼν ἀναλίσκει τῇ ἑαυτοῦ κεφαλῇ. κάλαμον δὲ ἔθηκαν ἐν τῇ δεξιᾷ αὐτοῦ οἱ διάκενον νομίζοντες αὐτοῦ εἶναι τὴν βασιλείαν. 140 Mt 27, 28®30 Οἱ μὲν Ἰουδαῖοι διαπαίζοντες τὸν κύριον ὡς πρὸς τὸ ὄνομα τοῦ προφήτου τὴν παιδιὰν ἐποιοῦντο, ἔνθεν καὶ ἔλεγον· «προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε », οἱ δὲ στρατιῶται πρὸς τὸ ὄνομα τοῦ βασι λέως διαπαίζουσιν· πρὸς τοῦτο γὰρ καὶ χλαμὺς ἀντὶ τῆς πορφύρας κοκκίνη καὶ ἐξ ἀκανθῶν στέφανος ἀντὶ χρυσοῦ καὶ ὁ κάλαμος ἀντὶ σκήπτρου καὶ τὸ προσκυνεῖν ὡς πρὸς βασιλέα καὶ λέγειν· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων . ἐφ' οἷς ἦν καὶ τὸ ἐμπτύειν καὶ τύπτειν τῷ καλάμῳ στρατιωτῶν ἀπαιδεύτων ἔργον καὶ ἄφρονος λαοῦ τοῦ παίζειν ὑπόθεσιν ποιοῦντος, ὥσπερ εἰώθασιν ἀεὶ τὰ σεμνὰ διαπτύειν πληρουμένης ἐξαιρέτως ἐπὶ τοῦ κυρίου τῆς προφητείας τῆς λεγούσης· «ὄνειδος ἄφρονι ἔδωκάς με. ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με ». 142 Mt 27, 45 Καὶ Φλέγων δέ τις παρ' Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους ὡς παραδόξως γεγενημένου ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σε λήνης, ὅτε οὐ πέφυκεν ἔκλειψις γίνεσθαι, ὅτε ἀπέχει πολὺ τοῦ ἡλίου διάστημα, ὅσον ἀπ' ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους· τότε γὰρ γίνονται ἐκλείψεις, ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες· γίνεται γὰρ ἡλίου ἔκλειψις συνόδῳ ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ, ὅτε διάμετρός ἐστι τῇ σελήνῃ. τοῦτο δὲ γέγονεν, ὡς πενθούσης τῆς κτίσεως ἐπὶ τῷ γεγονότι καὶ διὰ τοῦτο δηλούσης, ὅτι τῆς παροινίας ταύτης πραχθείσης ἐκ Ἰουδαίων ἐσκοτίσθη αὐτῶν ὁ νοῦς καὶ ἀπέστη ἀπ' αὐτῶν ὁ νοητὸς ἥλιος. εἴτε γὰρ αὐτὸν ἐνόμιζον–ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο καὶ δεῖγμα τοῦ μέλλοντος λαβεῖν τοὺς μιαιφόνους· διὰ τοῦτο γὰρ μετὰ πάντα τὰ τῆς παροινίας τοῦτο γίνεται, ὅτε κόρον ἔλαβον τῶν σκωμμάτων καὶ πάντα ἐφθέγξαντο ὅσα ἐθέλησαν. 143 Mt 27, 50 Τοῦτο δὲ καὶ ἀρχὴ τῆς τῶν ψυχῶν εἰς τὰ οὐράνια μεταθέσεως. ὅσαι δὲ ἀκολουθοῦσι Χριστῷ, μεθίστανται, ὅπερ ἐνεφάνισε Στέφανος εἰπών· «κύριε Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου » καὶ ὁ Παῦλος· «κρεῖσσον τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι ». τοὐναντίον δὲ ἐπὶ τῶν παλαιῶν ἐλέγετο τὸ

About this text

Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.