Unit 5 rem early
Rem early: Unit 5; lemma and argument toward the thesis.
Greek
φαίνεσθαι, φέ ρεσθαι δὲ δι' αὐτοῦ τοὺς ἐξ ἅπαντος τοῦ σώματος συρρέοντας ἰχῶρας καὶ σκώληκας εἰς ὕβριν δι' αὐτῶν μό νων τῶν ἀναγκαίων. μετὰ δὲ πολλὰς βασάνους καὶ τιμωρίας ἐν ἰδίῳ φασὶ χωρίῳ τελευτήσαντος ἀπὸ τῆς ὀ σμῆς ἔρημόν τε καὶ ἄοικον τοῦτο τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ' οὐδὲ μέχρι σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ. Οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ ὁ Ἰούδας, ἀλλ' ἐπεβίω καθαιρεθεὶς πρὸ τοῦ ἀποπνιγῆναι. καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων πράξεις, ὅτι «πρηνὴς γενόμενος ἐλάκησε μέ σος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ ». τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ Ἰωάννου μαθητὴς λέγων οὕτως ἐν τῷ τετάρτῳ τῆς ἐξηγήσεως τῶν κυριακῶν λόγων· μέγα δὲ ἀσε βείας ὑπόδειγμα ἐν τούτῳ τῷ κό σμῳ περιεπάτησεν Ἰούδας. πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρ κα, ὥστε μηδὲ ὁπόθεν ἅμαξα ῥᾳ δίως διέρχεται, ἐκεῖνον δύνασθαι διελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν ὄγκον τῆς κεφαλῆς αὐτοῦ· τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασι τοσοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέ πειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι· τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν ἀσχημο σύνης ἀηδέστερον καὶ μεῖζον φαί νεσθαι, φέρεσθαι δὲ δι' αὐτοῦ τοὺς ἐξ ἅπαντος τοῦ σώματος συρρέον τας ἰχῶράς τε καὶ σκώληκας εἰς ὕβριν δι' αὐτῶν μόνων τῶν ἀναγ καίων. μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας ἐν ἰδίῳ φασὶν χωρίῳ τελευτήσαντος καὶ τοῦτο ἀπὸ τῆς δυσωδίας ἔρημον καὶ ἀοίκητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ' οὐδὲ μέχρι τῆς σήμερον δύ νασθαί τινα ἐκεῖνον τὸν τόπον παρ ελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ. τοσαύτη διὰ τῆς 18 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11®14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κατὰ κοινοῦ ἡ ἀπόκρισις, ὃ καὶ ἔδειξε κατὰ τὴν ἱστορίαν τοῦ Λουκᾶ εἰπὼν πρὸς τοὺς ἐρωτῶντας «εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε ». 138 Mt 27, 26 Αἱ μάστιγες ἀντὶ τῶν ἁμαρτιῶν τοῦ κόσμου, ὅτι πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ καὶ κατὰ τὴν προφητείαν τὴν λέγουσαν «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας ». καὶ πεπλήρωται μὲν τὸ δίκαιον ὑπὲρ τῶν ἁμαρτω λῶν, πεπλήρωται δὲ τὸ τῆς ἀγαθότητος ἄκρον, ὁπότε «δίκαιος ὑπὲρ ἀδίκων » πέπονθε, ἵνα «τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν », ὡς Ἠσαΐας φησίν. 139 Mt 27, 28®29 Οὐχ ὅτι ἐκεῖνοι ἴσχυον, ἀλλ' ὅτι θεῷ ἐδόκει ταῦτα γίνεσθαι πρὸς τὴν τῶν ἀνθρώπων ἐκλύτρωσιν ἀτιμασθέντος ὑπὲρ ἡμῶν τοῦ «κυρίου τῆς δόξης » διὰ τὴν ἡμῖν ἐπιβάλλουσαν ἀτιμίαν καὶ δοξάζοντος τὴν ἡμέραν τῶν δικαίων τὴν ἀεὶ διαπαιζομένην ὑπὸ τῶν ἀπαιδεύτων. ἐπειδὴ χρώ ματι αἵματος ἡ χλαμὺς ἐκέχρωστο,
About this text
Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.