Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
ἐν ᾠδαῖς. ἐπεὶ δὲ σὺν εὐχαριστίᾳ τὴν δέησιν προσάγεσθαι χρή, πρόκειται τῆς προσευχῆς ἡ ᾠδή. οὐδεὶς γὰρ ἐπὶ τοῖς πρόσθεν ἀχάριστος ὢν ἰσχυρὸς ἐν ταῖς τῶν μελλόντων αἰτήσεσιν. ἡ δὲ αἴτησις θείαν ἀνάμνησιν ἐπιζητεῖ παρὰ θεοῦ. οὐ γὰρ ἐν μνήμῃ γε, φησίν, ὢν παρὰ σοὶ σκυθρωπὸς ἂν διῆγον καὶ ὑπὸ τῶν ἀδίκων ἐθλιβόμην. δῆλον δὲ ὅτι λήθη θείας φύσεως οὐχ ἅπτεται, μεταβολὴ μνήμης οὖσα, ὅτι τὸ θεῖον ἀμετάβλητον. διὰ τοῦτο καὶ ἐρωτᾷ τὸ ∆ιὰ τί ἐπελάθου μου; οὐδεὶς γὰρ περὶ ἀκουσίου 6 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας. 51 Ps 42,1 Ἀχώριστος οὗτος ὁ ψαλμὸς τοῦ προτέρου μηδ' ἐπιγραφῇ διαιρούμενος, τῆς τε αὐτῆς ἐχόμενος δυνάμεως τῆς εἰς θεὸν ἐπανόδου, προστιθεὶς καὶ τὴν ὁδηγίαν τὴν διὰ τοῦ ἐπιλάμψαντος φωτὸς τοῦ λέγοντος Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ ἀκολουθῶν με ἐν τῇ σκοτίᾳ μὴ μείνῃ, καὶ ταύτῃ τῇ ἐπιλάμψει παραμυθίαν τῷ λυπουμένῳ παρασκευάζων, ὥσπερ ὁ πρὸ αὐτοῦ τῇ τῶν μελλόντων προσδοκίᾳ τὴν παραμυθίαν τῶν λυπηρῶν ἐποιεῖτο. ἐπεὶ οὖν κατὰ ἔθνος καὶ κατὰ ἄνδρα πολεμεῖται τῶν δικαίων ἡ μερίς, καὶ τῶν κατ' ἀξίαν οὐ δύναται τυχεῖν εἰ μὴ τὸν οὐράνιον λάβοι κριτὴν καὶ προστάτην ὡσπερεὶ δίκης τῆς πρὸς τοὺς ἐναντίους ἐκείνῳ μελούσης τῷ καὶ δικαίως ἅπαντας κρίνοντι. αὐτὸν καὶ ἐπικαλεῖται ἅτε δὴ οὐκ ἐξ ἀκροάσεως δικάζοντα ἀλλ' ἐξ ἐπιστήμης τὸ δίκαιον ἐπιφέροντα. διὰ τοῦτο καὶ ἐξ ἔθνους καὶ ἐξ ἀνδρὸς ἀδίκου τὴν ἀποφυγὴν αἰτεῖται. 52 Ps 42,2a Ὡς οὐχ ἕτερόν τι πρὸς ἰσχὺν ἔχων τοῦτο λέγει καὶ τυγχάνει θεοῦ, οἷόν ἐστι καὶ τὸ Ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· εἶτα λέγει καὶ ἐνταῦθα περὶ τῶν ἀντιστατούντων. 53 Ps 42,2 Εἰ παρὰ θεοῦ τὸ κρατεῖν, εἰκότως τὸ μὴ κρατεῖσθαι ἀπωσμὸν εἶναί φησιν ἀπὸ θεοῦ λυπηρότατον ὂν τῷ μόνην ταύτην ἐπικουρίαν προβαλλομένῳ, τὸ δὲ Ἵνα τί οὐχ ὡς ἀναιτίως ἢ μάτην τι ποιοῦντος τοῦ θεοῦ (πρὸς ἀγῶνα γὰρ ἡμέτερον τοῦτο γίνεται) ἀλλ' ὡς πέρας ἔχειν τοῦ ἀγῶνος ὀφείλοντος διὰ τὸν ἔλεον καὶ τοῖς πενθοῦσι παρακλήσεως ὀφειλούσης ἀποδίδοσθαι παρὰ τοῦ τοὺς πενθοῦντας παρακαλοῦντος. τὸν γὰρ θεὸν ὑπεριδεῖν τοὺς δικαίους οὐκ ἔχει λόγον, ὅθεν τὰ παρὰ θεοῦ ζητῶν τὸ Ἵνα τί λέγει οἷον ὅτι Σοὶ πρέπει τὸ ἀντιλαβέσθαι τῶν σῶν καὶ μὴ τοῖς ἐναντίοις ἐπιτρέπειν ἡδονήν· Ἵνα τί οὖν τὸ σὸν οὐκ ἐπιτελεῖται, ἀλλὰ τὸ ἐξ ἡμῶν πλεονάζει, ὥσπερ λέγεται καὶ τὸ Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὸ Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; εἰ γὰρ καὶ ἐπί τινα χρόνον ἡ κάκωσις ἀναγκαία, ἀλλ' οὐκ εἰς ἅπαν, καὶ εἰ τὸ καθ' ἡμᾶς αὐτοὺς εὐλόγως κακούμεθα, ἀλλὰ τό γε κατ' ἔλεον θεοῦ βοηθείας τυγχάνειν ὀφείλομεν, ὥστε τὴν παιδείαν τοῖς δι' αὐτὴν γεγυμνασμένοις καρπὸν εἰρηνικὸν ἀποδοῦναι τὸν διὰ φιλανθρωπίας θεοῦ. Ἐπὶ δὲ τοῦ κυρίου παντελῶς τὸ Ἵνα τί ἐγκατέλιπές με λέγεται, ὅταν καὶ τὸ κατ' αὐτὸν οὐκ ἄξιον ἐγκαταλείψεως· διὸ καὶ ταχεῖα ἡ τῆς οὐρανίου βοηθείας ἐπιφάνεια περὶ τῷ πάσχοντι σώματι δι' ἐκεῖνο περὶ ἡμᾶς. 54 Ps 42,4c Τὴν φαιδρότητα δέδειχε τῇ τῆς κιθάρας προσθήκῃ καὶ τὴν ἀγάπην ἐν τῇ προσφωνήσει τῇ δὶς ἐπαναλαμβανομένῃ. 55 Ps 42,5 Αὕτη τῆς παραμυθίας ἡ ὑπόμνησις. εἰ γὰρ καὶ τοῖς παροῦσιν ἀχθόμεθα, φησίν, ἀλλ' ἐπὶ τοῖς μέλλουσιν εὐχαριστήσωμεν, καὶ ἤδη τῇ προσδοκίᾳ τὸ λυπηρὸν ἀφιστάσθω προσδοκώντων ἡμῶν τὸν θεὸν σωτηρίαν τοῦ πρὸς αὐτὸν ἀφορῶντος ἀνθρώπου. 56 Ps 43,5 Σέ, φησίν, ἔχομεν βασιλέα τὸν θεὸν τὸν προνοοῦντα τῆς σωτηρίας τοῦ ἡμετέρου λαοῦ, καὶ ἴσμεν ὅτι μέλλει σοι ταύτης, καὶ τῇ σῇ βουλήσει θαρροῦμεν. 57 Ps 43,6 Σέ, φησίν, ὡσεὶ κέρας ἔχομεν εἰς τὸ ἀμύνεσθαι πάντας ἐχθρούς, καὶ τὸ σὸν ὄνομα τὸ ἐφ' ἡμῖν δώσει πάτημα τοὺς ἐπανισταμένους καὶ κρατεῖν ἡμῶν ἐλπίζοντας. 58 Ps 43,7 Οὐ γὰρ παρασκευάζομαι, φησίν, τόξῳ καὶ δόρατι. διὰ τοῦτο τοῖς ὅπλοις οὐ θαρσῶ, ἐπεὶ μηδὲ τοῖς πατράσι ταῦτα ἤρκεσε μηδὲ κατὰ τὴν τούτων ἰσχὺν τὸ κατόρθωμα πεπεραίωται ἀλλὰ πάσης ἐπέκεινα παρασκευῆς ἀνθρωπίνης τὸ ἔργον. 59 Ps 43,8 Τὰ πρότερά φησι διδάγματα πρὸς τὰ ὕστερον συμβαίνοντα. δεδιδάγμεθα δὲ ὡς ὑπὸ σοῦ γέγονεν ἡμῖν ἡ ἐκ τῶν ἐναντίων ἀεὶ σωτηρία, καὶ τὴν ἐκείνων δύναμιν εἰς αἰσχύνην μεταπεπτωκυῖαν εἴδομεν. 60 Ps 43,9 ∆ιὰ τοῦτο, φησίν, 7 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ νῖκος Ἰσραὴλ ἀλλὰ διὰ τὸ ὄνομά μου. 61 Ps 43,10.11 Ἀλλ' αἱ μὲν ἐλπίδες, φησίν,
About this text
Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.