Fragmenta in Psalmos Unit 2 opening
Unit 2.
Lemma-led open — αὐτοῦ. , Ἔσται, φησίν, ἡ ἀνάστασις διαλύουσα τὴν τῶν ἐχθρῶν ἐφ ἡμῖν συγκρότησιν καὶ τῶν φί
Greek
αὐτοῦ. 43 Ps 40,10 Ἔσται, φησίν, ἡ ἀνάστασις διαλύουσα τὴν τῶν ἐχθρῶν ἐφ' ἡμῖν συγκρότησιν καὶ τῶν φίλων τὴν προδοσίαν. ἤδη γὰρ ἐπανέστη καὶ μαθητής, εἰρήνης ἀξιούμενος τῆς παρ' ἐμοῦ καὶ ἐν τοῖς πιστευομένοις ἀριθμούμενος καὶ τροφῆς κοινονῶν, ὄφις δὲ ὢν ἐξηλέγχθη, πτέρνης ἐπιλαβέσθαι βουλόμενος. τούτου δὲ καὶ αὐτὸς ὁ κύριος ἐμνημόνευσεν ὡς εἰς αὐτὸν εἰρημένου λέγων Ἀλλ' ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ ἐσθίων ἄρτον μου ἐπῆρκεν ἐπ' ἐμὲ τὴν πτέρνην αὐτοῦ. 44 Ps 40,13 5 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ ποιήσαντος ἀξίους καὶ διαμένοντας ἐν τῷ καλῷ ὅτι πάντα τὰ τοῦ θεοῦ ποιήματα καλὰ λίαν, ζητῶν δὲ εὗρεν ἐν οὐδενὶ τῶν ἐξ Ἀδάμ, ἐν δὲ τῷ κατὰ σάρκα ἐξ Ἀδὰμ ὄντι μόνῳ καὶ μὴ διαδεδειγμένῳ τὰ ὅμοια τῆς ἐκείνου παραβάσεως ἀλλ' ἔχοντι τὴν θείαν μορφὴν διαμένουσαν καὶ μετὰ τῆς σαρκικῆς περιβολῆς, καθὸ καὶ ἡ οὐράνιος φωνὴ μαρτυρεῖ τὸ Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς εἰς ὃν εὐδόκησα. ἡ δὴ ἔμπροσθεν θεοῦ διαμονὴ καὶ βεβαίωσις αἰώνιός ἐστιν ἡ ἐν οὐρανῷ, ἣ καὶ ἐν πεντεκαιδεκάτῳ προείρηται μετὰ τὴν ἀνάστασιν ἐν τῷ Πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. ἀναβέβηκεν γὰρ εἰς οὐρανὸν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν, ἐν ἑαυτῷ προσάγων τὸ χωρισθὲν καὶ ἀπαλλοτριωθὲν ἐξ ἀρχῆς. 45 Ps 41,3 Ἐκ τούτου συνιέναι ἔστι τῷ συνετῷ ὃν ἡ ἐπιγραφὴ παρακαλεῖ, ὅτι ἐκτὸς προσώπου θεοῦ γέγονεν ἄνθρωπος, ἵν' ἐπὶ θεοῦ μήσῃ τὴν εἰς θεοῦ πρόσωπον ἀποκατάστασιν. εἰκότως δὴ τὸν ἰσχυρὸν ἐπιζητεῖ, περιπεσὼν ἀσθενείᾳ κατὰ τὸ Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ὅθεν ἀναγκαῖον τὸ τῇ νῦν ἀσθενείᾳ περιπεπτωκέναι. μὴ τῇ μικρᾷ γὰρ ἰσχύι τῇ ἑαυτοῦ ἀγαπῶν διαρκεῖσθαι μήτε δυνάμενος ζητεῖ μὴ τῆς ὄντως ἰσχύος ἀπολείπεσθαι. 46 Ps 41,4 Τῶν ἐπιλελησμένων, φησίν, παντάπασι τῆς εἰς θεὸν ἐπανόδου ματαίαν ἡγουμένων τὴν ἐπιζήτησιν τοῦ θεοῦ καὶ ὀνειδιζόντων τοὺς τοῦτο ποιοῦντας, εἰς δάκρυα προηγόμην ἐγὼ ἀντὶ τῆς ἡδείας τροφῆς ἀηδεστάτῃ λύπῃ συνὼν κατὰ τὸ ἐν Θρήνοις λεγόμενον Ἐψώμισέ με σποδόν, τῆς μὲν ἐπιθυμίας οὐκ ἀφιστάμενος διὰ τὸν χωρισμὸν καὶ τὸν ὀνειδισμόν, ὑπὲρ δὲ τῆς δικαιοσύνης ὀνειδιζομένης ἀχθόμενος. ἀναγκαίως ἄρα καὶ ἡ τῶν πονηρῶν παρενόχλησις καὶ τὰ ὀνείδη, ἐπειδὴ τὰ ἐκ τούτων δάκρυα τοῖς δικαίοις οὐ βλαβερά. ἐπὶ γὰρ τούτοις ὁ μακαρισμὸς τὸ Μακάριοι οἱ πενθοῦντες ὅτι αὐτοὶ παρακληθήσονται. εὐθὺς οὖν καὶ τὸ τῆς παρακλήσεως. 47 Ps 41,6 Μή σε λυπείτω, φησίν, τὰ παρόντα, ὦ ψυχή, μηδὲ ταρασσέτω, ἀλλ' ἡ ἐλπὶς ἡ εἰς θεὸν παραμυθείσθω ὅτι τευξόμεθα τῶν εὐχαριστίας ἀξίων ἀγαθῶν καὶ σωτηρίας ἕξομεν τὰς ἐν ἐπιφανείᾳ αὐτοῦ, ὅπερ κατὰ τὸν Παῦλόν ἐστι τὸ προσδέχεσθαι τὴν ἐπιφάνειαν τοῦ κυρίου καὶ τὸ βασίλειον αὐτοῦ. ταῦτα δὴ συνετὰ περὶ τῶν μελλόντων καὶ τῶν κατὰ νόμον ἐπαγγελιῶν, ἀνωτέρω χωροῦντα καὶ τὸ μετὰ ταῦτα ῥηθὲν ὑπὸ Παύλου † προφήτας ὧν τὸ κρεῖσσον τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· τὰ δὲ μετὰ τοῦτο διήγησις τῶν ἔτι λυπούντων. 48 Ps 41,7 Τήκει ψυχὴν ἐπιθυμοῦσαν ὁ τοῦ ἐπιθυμουμένου χωρισμός. κεχωρίσθαι δὲ θεοῦ φησιν, ἕως οὔπω παράδεισον ὁρᾷ τὴν ἰδίαν πῆξιν τὴν ἀπ' ἀρχῆς, ἀλλ' ἔτι τὴν Ἰορδάνου γῆν οἰκεῖ καὶ τὸ Ἑρμωνιεὶμ ὄρος μικρότατον ὡς πρὸς ἐκεῖνο καὶ οἱονεὶ καταιγίσιν ἀνέμων καὶ κυμάτων ἐμβολαῖς θορυβεῖται ταῖς ἐπ' ἀλλήλοις συμφοραῖς κρουνηδὸν ἐπιφερομέναις. 49 Ps 41,9 τὰ μὲν ἀγαθὰ τοῦ μέλλοντος αἰῶνος εἶναι διδάσκει, τοῦτον ἡμέραν καλῶν εἰς ὃν ἐπήγγελται ὁ θεὸς θήσειν τὸν ἔλεον αὐτοῦ κατὰ τὸ ῥηθὲν ἐν ΠΘ Ἔμπλησον ἡμᾶς τὸ πρωΐας ἔλεός σου· τὸ δὲ νῦν φησιν εἰς εὐφροσύνην, ὅτε νὺξ καὶ σκότος ἡ δι' ὕμνων ὁμιλία πρὸς θεὸν καὶ ἡ δι' εὐχῶν ἀπότασις. 50 Ps 41,10 ∆εήσεως τὰ ῥήματα λέγεται μὲν οὖν καὶ τὰ τῆς δεήσεως
About this text
Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.