Unit 3 rem early
Rem early: Unit 3; lemma and argument toward the thesis.
Greek
ἐπανάγει τοὺς καταχθέντας. 83 Ps 49,6 Ἐφυμνήσει δέ, φησίν, τῇ τοῦ θεοῦ δικαιοσύνῃ τὰ τέλεια γένη τὰ οὐράνια, τοῖς τελείοις ἐπευφημοῦντα λόγοις τοῖς τὸ δικαιότατον ἔχουσιν καὶ κριτικώτατον, τῷ μὴ θύμασιν ἀλλὰ κρίσει θεὸν εὐφραίνεσθαι καὶ ταύτην ἔχειν τὴν εἰς ἀεὶ διαθήκην. 84 Ps 49,13 Μὴ γὰρ ἐνδεὴς ἐδεσμάτων, φησίν, ὁ θεὸς καὶ ποτῶν, ἵνα προσέχῃ κρέασιν ὡς ἐδέσμασι καὶ ὡς ποτῷ αἵματι. εἶτα ἀντεισάγων τὴν ἀληθῆ θεοῦ τιμὴν τῷ τῆς θυσίας ὀνόματι τὰ ἐχόμενα προστίθησι. 85 Ps 49,14 Ταύτην, φησίν, ἡγοῦ θυσίαν τὴν τῶν εὐεργεσιῶν αἴσθησιν καὶ τὴν ἐκ καρδίας ὁμολογίαν καὶ τὴν τῶν εὐχῶν πλήρωσιν χρέος ὀφειλόμενον παρὰ ἀνθρώπων θεῷ. 86 Ps 49,15 Καὶ ταῦτα ποιῶν, φησίν, εὔελπις ἔσο τεύξεσθαι θεοῦ βοηθοῦντος ἐν θλίψεσιν, ἵνα καὶ δοξάσῃς αὐτὸν εὐεργετούμενος, ἀπαύστως ἀνάγων εὐχαριστίας. 87 Ps 49,17®19 Παράλυσις ταῦτα τοῦ νόμου, τοῦ μὲν Οὐ κλέψεις τὸ κλέπτῃ συντρέχειν, τοῦ δὲ Οὐ μοιχεύσεις τὸ μετὰ μοιχῶν συντετάχθαι, τοῦ δὲ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σαυτὸν καὶ Οὐ πορεύσει δόλῳ ἐν τῷ ἔθνει σου τὸ λαλεῖν ἐπιβουλευτικὰ καὶ δολερὰ καὶ κατηγορεῖν καὶ μηχανᾶσθαι τῷ πλησίον προσπταίσματα. 88 Ps 49,21c Ἀλλ' ἡ κρίσις ἐπιδείξει τὴν γνῶσιν ὅτι καὶ αὐτόν σε ποιήσω σεαυτῷ θεωρεῖσθαι. τοιοῦτον γὰρ ἑαυτὸν ἕκαστος ὄψεται τῶν καρδιῶν ἀπο καλυπτομένων, οἷος ἐκ τῆς καρδίας ἐτυπώθη. Τὸ δὲ Προσθήσω Στοιβάσω Θεοδοτίων ἑρμηνεύσας τὴν ἀθρόαν τῶν πράξεων ἐδήλωσεν ἄθροισιν ὑπ' ὀφθαλμοὺς τῷ πράξαντι γινομένην. 89 Ps 50,5 Τοῦτο ἦν τὸ ∆ίκαιος ἑαυτοῦ κατήγορος. οὐ γὰρ ἀναμένω, φησίν, τὸν παρ' ἑτέρου ἔλεγχον, εἰ καὶ ὁ προφήτης ἤλεγξεν. ἐκεῖνος μέν γε εἰς ἅπαξ, ἐγὼ δὲ διὰ παντὸς ὁρῶ τὸ πταισθέν, ἀλλ' οὐκ ἀπογινώσκω τὴν ἴασιν διὰ τὸν ἔλεον. 90 Ps 50,7 Συγγνώμης αἴτησις ὅτι συμπέφυκεν ἡμῖν ἡ ἁμαρτία κατὰ τὴν πρώτην γένεσιν ἐκ μητέρων τῶν κυουσῶν ἐφ' ἡμᾶς παραπεμπομένη. ὅτι ∆ι' ἑνὸς 11 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκειότερον δὲ ἐπὶ τῆς μητρὸς τοῦτο λέγεται, καίτοι καὶ ἀπὸ τοῦ πατρὸς διηκούσης τῆς ἁμαρτίας, ὅτι σπερματικῶς μὲν ἐκ πατρός, ἐντελῶς δὲ ἐκ μητέρων ἐσμὲν ἀποκυούμενοι καὶ διὰ τῶν τοκετῶν εἰς φῶς προϊόντες. 91 Ps 50,8a Ἡμεῖς μέν, φησίν, ἐν ἀνομίαις ἐρριζώθημεν καὶ ἐν ἁμαρτίαις γεννώμεθα, σοὶ δὲ ἀρέσκει τὸ ἀληθῶς καλὸν καὶ μηδαμῶς παρατετραμμένον. πῶς οὖν ἔστιν ἀνθρώπους παρὰ τῷ τοιούτῳ κριτῇ δοξασθῆναι ἀλλ' οὐκ αἰσχύνην ἀπενέγκασθαι κατακρινομένους; 92 Ps 50,8b.9 Ἐκ τῆς προϋπαρξάσης εἰς αὐτὸν χάριτος ἀξιοῖ καὶ τὴν νῦν γενέσθαι φείδω. ταῖς γὰρ ἀρχαῖς ταῖς παρ' ἑαυτοῦ θεὸς ἐπάγει τὰ ἐφεξῆς ἕνεκα τῆς ἰδίας προθέσεως καὶ βεβαιότητος, εἰ καὶ τὰ παρ' ἡμῶν μὴ παντάπασιν ἄξια εἴη, ὥσπερ καὶ τῆς διαθήκης ἕνεκα τῆς πρὸς Ἀβραὰμ οἰκτείρει τὸ ἐξ αὐτοῦ γένος κακούμενον, τῇ ἀρχῇ τὰ ἐφεξῆς ἐπιφέρων καὶ τὸ τῆς ἐπαγγελίας βέβαιον ὑπὲρ τὸ τῆς ἐξουσίας ἴσον φυλάττων. ἐπεὶ τοίνυν σοφίας οἶδεν παρὰ θεοῦ τετυχηκὼς καὶ ταύτῃ τετιμημένος ὡς καὶ τὰ κεκρυμμένα συνιέναι περὶ ὧν ηὔχεται Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου, διὰ τοῦτο χάριτας μὲν ὁμολογεῖ τῇ τῆς σοφίας δωρεᾷ, ἀξιοῖ δὲ τὸν ἐπιγεγονότα ῥύπον ἀφελεῖν αὐτοῦ προστιθέντα, καὶ τοῦτο τῇ χάριτι. 93 Ps 50,10 Ὁ μὲν σωτὴρ τὸν Ἀβραὰμ ἔφη προσδοκῶντά τε τὴν ἡμέραν αὐτοῦ προ ηγαλλιᾶσθαι καὶ παραγενομένης αὐτῆς ἰδεῖν καὶ χαίρειν Ἀβραάμ, λέγων, ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη· ὁ δὲ ∆αυὶδ ἀντὶ τῆς ὄψεως ἀκοὴν λέγει, ἀκούσεσθαι λέγων ἐν ᾅδου τὴν αἰτίαν εὐφροσύνης μεγάλης τὴν τῆς παρουσίας ὑπὸ τοῦ πνεύματος αὐτῷ σημαινομένην καὶ εὐφρανθήσεσθαι μὲν ἐν ᾅδου τῷ πνεύματι, συναγάλλεσθαι δὲ αὐτοῦ καὶ τὰ εἴσω μνημάτων ὀστέα τῇ ἁμαρτίᾳ καὶ τῷ θανάτῳ τεταπεινωμένα, συνταφέντος αὐτοῖς τοῦ τῆς ἀναστάσεως αἰτίου σώματος. 94a Ps 70,7 Ἀσθενὲς ἡ ἁμαρτία καὶ ἀσθενείας αἴτιον, ἰσχυρὸν δὲ δικαιοσύνη καὶ ὁ ταύτης προστάτης θεός· τοιαύτη καὶ ἡ θεοῦ προσδοκία καὶ μάλιστα ἡ διηνεκής· καὶ ὥσπερ ἐκ πρώτης γενέσεως νοουμένης ὡς οὐκ ἂν ὑπῆρξεν ἄνευ θεοῦ, ἀνθισταμένη δὲ πρὸς λυπηρῶν ἐναντιότητα μᾶλλον γυμνάζεται. 95a Ps 70,9 Ἐπείπερ ἐν τῷ νέῳ τῆς ἡλικίας καιρῷ τὴν σὴν βοήθειαν, οὐ τὴν σώματος ῥώμην, ἰσχὺν ὑπέλαβον, διὰ τοῦτό μοι καὶ ληγούσης τῆς νεότητος ἡ ἰσχὺς αὕτη παραμεινάτω καὶ παρελθούσης παντάπασι τῆς ἀνθρωπίνης ἰσχύος τὸ παρὰ σοὶ δυνατὸν παρέστω, οἷόν
About this text
Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.