Unit 5 rem early
Rem early: Unit 5; lemma and argument toward the thesis.
Greek
ῥήμασι λέγει ὅτι Ὡς οἱ ἀνῃρημένοι καὶ ἐν τάφῳ κείμενοι γέγονα οἳ τοῦτο πάσχουσιν ὅτι τῆς σῆς ἐχωρίσθησαν δυνάμεως τῆς ζωοποιοῦ. δῆλον γὰρ ὅτι τοῦτο οὐκ ἦν ἐπ' αὐτοῦ. τῆς γὰρ τοῦ θεοῦ δυνάμεως πλῆρες ἦν τὸ Χριστοῦ σῶμα καὶ μετὰ θάνατον. ταύτῃ τοι καὶ αἷμα καὶ ὕδωρ ἐξ αὐτοῦ ἐχεῖτο ὅπερ ἀπὸ νεκρῶν σωμάτων οὐδὲν τῶν τοιούτων πρόεισιν. 145 Ps 87,9b®10a [Ἄλλος φησὶ τὸ Ἔθου με βδέλυγμα αὐτοῖς ἐξηγούμενος·] ὥσπερ ᾐσχύνθησαν οἱ μαθηταὶ ἐπὶ τοῖς παθήμασιν αὐτοῦ, οὐκέτι σωτῆρα οὐδὲ λυτρωτὴν ἐλπίσαντες οἵ γε δὴ καὶ ἔλεγον ὅτι Παρέδωκαν αὐτὸν οἱ ἄρχοντες εἰς κρῖμα θανάτου· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. δῆλον δὲ ὅτι καὶ συνεσχέθη ταῖς χερσὶ τῶν ἐχθρῶν παραδοθεὶς ἑκὼν μέν, κατεχόμενος δὲ ὅμως. ἔνθα δὴ καὶ εἰς κάκωσιν ἦλθε τὴν ὑπὲρ ἡμῶν· πάντα γὰρ ὅσα σώματι βαρέα καὶ κακωτικὰ ταῦτα ἤνεγκεν. ἀντὶ γὰρ τοῦ Οἱ 20 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπιγνώσει τῇ σῇ καὶ πρὸς ζωὴν ἐπάναγε τοὺς εἰς θάνατον ἑκάτερον πεπτωκότας ἀνθρώπους, οὓς θεατὰς εἶναι δεῖ τῶν σῶν θαυμάτων καὶ τῆς σῆς δυνάμεως ἐξηγήτας· καὶ μὴ μενέτωσαν ἐν λήθῃ παρεωραμένοι ἀλλὰ μνημονευθέντες πάλιν ὑπὸ σοῦ εἰς τὸ ζῆν ἐπαναγέσθωσαν. ταῦτα ὁ προστάτης ἀνθρώπων ὑπὲρ τοῦ κοινοῦ πάντων ἐντυγχάνων γένους καὶ τὴν τοῦ κόσμου ζωὴν ἐξεργαζόμενος βουλήσει πατρός. 147 Ps 87,14 Αὐτὸν ὑπὲρ ἡμῶν παρίστησιν ὁ πρεσβευτής τε καὶ ἱερεὺς διηνεκεῖ τῇ παραστάσει ἐξ ἕω καὶ διὰ νυκτὸς μειλίσσεταί τε ὀργὴν θεοῦ τὴν καθ' ἡμῶν ἣν τοῖς πάθεσιν αὐτὸς ἀνεδέξατο. 148 Ps 87,16β Ὕψωσιν λέγει τὴν ἐν τεραστίοις καὶ σημείοις περὶ ἧς λέγει πρὸς αὐτὸν ὁ πατὴρ ὅτι Ἐδόξασα, λέγοντος τοῦ υἱοῦ ∆όξασόν σου τὸν υἱόν. ταύτην εἰς ταπείνωσιν μεταβεβλῆσθαί φησιν, ἡνίκα εἰς τὸ παθεῖν ἐλήλυθε πάσχων τὰ ὑπὲρ ἀνθρώπων καὶ ὑπ' αὐτῶν ὑπὲρ ὧν ἔπασχεν ἐγκαταλιπόμενος. 149 Ps 88,13β Κεῖται δὲ τὸ Θαβὼρ ὄρος ἐν τῇ Γαλιλαίων χώρᾳ, τὸ Ἑρμωνιεὶμ δὲ ἐν τῇ ἐρήμῳ τῇ πρὸς τὸ Σινᾶ. ὑμνεῖσθαι δεῖ τὸν θεόν, φησίν, οὐ μόνον ταῖς περὶ τὸ Θαβὼρ ἐνεργείαις αὐτοῦ ἀλλὰ καὶ τῇ περὶ τὸ Ἑρμωνιεὶμ ἐπιφανείᾳ γενομένῃ. 150 Ps 88,14.15 Ἡ σή, φησί, δύναμις ἐπικρατεῖ. φανείτω δή σου τὸ καρτερόν, ἐπιφανές τε καὶ ἔνδοξον ἐν ἀνθρώποις γενέσθω. ταῦτα δὲ πάντα ὡς πρὸς ἕνα λεγόμενα θεὸν ἐμπεριείληφε· τὴν δύναμιν αὐτοῦ τὴν μίαν καὶ μόνην καὶ βραχίονα καὶ χεῖρα τελείαν οὖσαν ἐπιστάμεθα· δι' αὐτῆς ἁπάντων καὶ γενομένων καὶ γινομένων, ὥστε αὐτὴν καὶ τελείαν οὖσαν ἐφ' ἑαυτῆς συναριθμεῖσθαι θεῷ κατὰ τὸν ἕνα τῆς θεότητος ἀριθμὸν καὶ μηδαμῶς περιπίπτειν τοῖς περὶ τῶν πολλῶν υἱῶν εἰρημένοις ὧν οὐδένα ὁμοιοῦσθαι πρὸς τὸν ὄντως ὁ λόγος προείρηκεν. οὐ γὰρ οὕτως ἡ μία καὶ ἀληθὴς δύναμις ἀλλ' εἰκὼν ἀληθινὴ καὶ γνώρισμα τοῦ θεοῦ μόνον, πάντα δι' αὐτῆς ἐπιτελοῦντος θεοῦ. διὸ καὶ τῇ εἰς ἀνθρώπους ἐπιδημίᾳ αὐτῆς ἥρμοσε τὰ θεικά, καὶ ἡ τοῦ θεοῦ κρίσις ὑπὸ Χριστοῦ κρίνεται. ὑπάρχουσα μὲν ὡς δυνάμει θεοῦ, δοθεῖσα δὲ ὡς ἀνθρώπῳ, καθάπερ αὐτὸς εἴρηκε, διεῖλε δὲ τοῖς χρόνοις τὸν ἔλεον καὶ τὴν κρίσιν. τὴν μὲν κρίσιν ἔκτοτε προλέγων, ἐπειδὰν ἐλθὼν ὁ βασιλεὺς καθεσθῇ ἐπὶ θρόνου δόξης αὐτοῦ. ἐκεῖνος γὰρ ὁ θρόνος ὡσπερεὶ βάσιν ἔχει τὴν δικαιοσύνην, καθὰ καὶ ἐν Θ προείρηκε ψαλμῷ Ἀκύλας Ἥδρασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. πρὸ δὲ τῆς ἐπιφανείας ἐκείνης ἔλεος κατὰ γῆν πολὺς ὡσπερεὶ πρόδρομος τῆς κριτικῆς παρουσίας ἐλέῳ τοὺς ἀνθρώπους εἰς σωτηρίαν προευτρεπίζοντος τοῦ μέλλοντος ἐπιφανήσεσθαι φοβεροῦ κριτοῦ, μετὰ τοῦ ἐλέου τε ἡ ἀλήθεια ὅτι μὴ οἷόν τε γενέσθαι τι τῶν οὐκ ἀληθινῶν οὐδὲ ὀρθῶν ἐν τῇ τοῦ θεοῦ χρηστῇ μακροθυμίᾳ, κἂν φαίνηται τοῖς ἀγνοοῦσι τὸ μέλλον οὐκ ὀρθῶς ἐπιτρέπεσθαι τοῖς φαύλοις εὐπραγεῖν οὐδὲ εἰκότως περιορᾶσθαι τοὺς ἀγαθοὺς ἐλαττουμένους. 151 Ps 88,20®25 Ῥητῶς ἤδη τὴν ἐπαγγελίαν διέξεισι τὴν γεγενημένην διὰ Νάθαν τοῦ προφήτου, προφήτας πληθυντικῶς δηλῶν ἐξ ἑνὸς οὓς καὶ Υἱοὺς θεοῦ καλεῖ ἢ ὡς οἱ λοιποὶ ἑρμηνεύουσιν Ὁσίους θεοῦ. φησὶ δὴ εἰρηκέναι τὸν θεὸν ὅτι δυνάμεως μετέδωκε τῷ ∆αυὶδ καὶ εἰς δόξαν προήγαγεν αὐτὸν ἐπιλεξάμενος κατὰ τὸ Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, εὑρών τε αὐτὸν ἀρεστὸν ἐλαίῳ τῷ ἁγίῳ πρὸς τὴν βασιλείαν ἔχρισε παρῆν τε αὐτῷ συγκατεργαζόμενος ἅπαντα καὶ τῶν ἐχθρῶν τὰς ἐπαναστάσεις ἀκύρους ποιῶν καὶ συγκόπτων τὰς ἐκείνων στρατιὰς καὶ εἰς φυγὴν καθιστὰς κατὰ τὸ Ἤμην μετὰ σοῦ ἐν
About this text
Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.