Unit 8 rem early
Rem early: Unit 8; lemma and argument toward the thesis.
Greek
ἐκ περιτομῆς ἀλήστῳ μνήμῃ φυλάττοντα τὰ δικαιώματα τοῦ θεοῦ. 246 Ps 118,162 Ἔχει μὲν καὶ τὸ ἴδιον τοῦ ∆αυὶδ ὁ λόγος, ὅτι μάτην καὶ κατὰ φθόνον ὑπὸ τοῦ Σαοὺλ διωκόμενος φόβῳ τῷ πρὸς θεὸν ἐπέσχε τὸ ἀμύνασθαι· διήκει δὲ καὶ εἰς τὸ κοινόν, ὅτι τῶν ἀρχοντικῶν πολέμων οὐκ ἔστιν ἑτέρως ἀβλαβεῖς ἀπαλλάττεσθαι μὴ οὐχὶ φόβῳ θεοῦ φρουρουμένους. 247 Ps 118,173 Μετὰ τὴν τῆς σοφίας δόσιν πάλιν αὖ τὴν ἐκ κινδύνων σωτηρίαν αἰτεῖ· μισθὸν καὶ τοῦτο τῆς περὶ τὸν θεῖον νόμον ἑκουσίου σπουδῆς. 248 Ps 118,174.175 Ὄντως ἄρα τὴν αἰώνιον σωτηρίαν ἄρτι μὲν ἔλεγε προσδοκᾶν, νῦν δὲ καὶ ποθῶν αὐτῆς τοῦ νόμου μελέτης ταύτην πεποιῆσθαι σκοπόν. ἀναζήσεσθαι γὰρ δὴ καὶ αἰνέσειν θεὸν λέγει τοῖς πανσόφοις αὐτοῦ κρίμασιν εἰς τοῦτο βοηθηθείς, ὃ δή ἐστι Χριστὸς ἀντ' ἀνθρώπων εἰς τὸν σωτήριον ἀνθρώποις θάνατον καταβαίνων καὶ τῷ παθεῖν ἐξωνούμενος τοὺς ἐν πάθεσι καὶ τοὺς 34 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς. 249 Ps 119,2 Τοῦτο ἦν μὲν εὐθὺς μετὰ πρώτην ἀπόστασιν τοῦ ἀνθρώπου καὶ δόλῳ τὸν ἀδελφὸν ὁ Κάϊν κατέβαλεν, ἔστι δὲ καὶ διὰ τοῦ παντὸς αἰῶνος τοῦ παρόντος, ὡς ἐν τοῖς ἄλλοις καὶ ἐν τῷ παρόντι πράγματι δείκνυται. τοῦτ' οὖν καταπονούμενος καὶ θλιβόμενος ὁ πρὸς θεὸν ἀφορῶν ἄνθρωπος τὴς ἐξ αὐτοῦ σωτηρίαν αἰτεῖ. οὐ προορᾷ τὴν παῦλαν ἐσομένην τότε, ἐπειδὰν ἀναβιβασθῇ πρὸς τὴν τῆς εἰρηνικῆς πόλεως οἴκησιν καὶ τὴν σὺν ἀγαθοῖς καὶ κακοῖς πολιτείαν. 250 Ps 119,5 ∆ηλοῖ δὲ ἄλλος καὶ τὴν ἀλλόφυλον χώραν ἐξ ἑνὸς μέρους, εἰς ἣν ἐκπεσὼν παρῴκησεν ὁ Ἰσραήλ, καὶ τό γε ἐπὶ μακρότατον παρατεῖναι τὴν παροικίαν αὐτοῦ. προφητεύων ἐν ὀδυρμῷ τοῦτο ἐκφέρει ὡς ἐφικνεῖσθαι καὶ τῆς νῦν καθεστώσης· αὕτη γὰρ ἡ μακροτάτη. 251 Ps 119,7 Οἱ μὲν γὰρ ἀγαθοὶ καὶ θεοσεβεῖς τὸ ἐξ αὐτῶν καὶ μετὰ πάντων ἀνθρώπων εἰρηνεύουσιν, ὁπότε μὴ κριτικῆς δέοι τιμωρίας ἣν κατὰ Χαναναίων καὶ Ἀμορραίων ἐπέταττεν ὁ θεὸς τὴν φιλίαν ἀπαγορεύων τὴν πρὸς αὐτούς· οἱ δὲ φαῦλοι καὶ θεὸν ἀγνοοῦντες οὐδέ ποτ' ἂν ἀγαθοῖς εἰς φιλίαν συμβαῖεν, ἀλλὰ βδελύττονται θεοσέβειαν καὶ τὸ χρηστόν τι παρὰ τῶν θεοσεβῶν οὐκ εὐμενῶς ἀποδέχονται οὐδὲ ἡμεροῦνται τῇ παρ' ἐκείνων φιλανθρωπίᾳ. 252 Ps 120,1b®2 Ὄρη λέγει ἐνταῦθα τὰς ἀοράτους καὶ οὐρανίους δυνάμεις· καὶ τὴν βοήθειαν διὰ τούτων περιμένων, οὐκ ἐκ τούτων ὁρμᾶσθαι τὴν βοήθειαν ἀλλὰ παρὰ τοῦ δημιουργοῦ λέγει. 253 Ps 121,1b®4 Εὐφροσύνη ἐστὶ τὸ ἀκοῦσαι λεγόμενον ὑπὸ τῶν ἀγγέλων δηλαδὴ τῶν λαλούντων προφήταις καὶ οἷον ἀγέλης ἐξαρχόντων τῆς Ἰσραηλιτικῆς, οἷός ἐστιν ὁ διὰ Ζαχαρίου δηλούμενος πρεσβεύων τε ὑπὲρ τῆς πεπτωκυίας Ἱερουσαλὴμ καὶ τὴν μέλλουσαν αὐτῆς λέγων κατοίκησιν. ταῦτα δὴ καὶ ὁ ὑμνῳδὸς ἀκηκοὼς ηὐφρᾶνθαί φησι καὶ προεωρακὼς τὴν βεβαίαν κατοίκησιν ἐν τῇ ἁγίᾳ πόλει καὶ οἱονεὶ παρόντος τοῦ πράγματος αἰσθόμενος προφητικῶς. τοῦτο γὰρ τὸ Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ. στάσις δὲ ποδῶν ἡ ἀμετακίνητός ἐστι κατοίκησις ἣν καὶ οἱ ἅγιοι προφῆται προαγορεύουσιν, οὗ τοὐναντίον ἦν ὅτε κατὰ τὴν ἱστορίαν ἐσάλευσεν ὁ θεὸς τὸν πόδα Ἱερουσαλὴμ ἀπὸ γῆς τῆς οἰκείας. ἀνοικοδομίαν οὖν λέγει τῆς πόλεως ὁ ὑμνῳδός, τεθεωρημένην αὐτῷ καθάπερ καὶ τῷ Ἱεζεκιήλ, τὴν δὲ οἰκοδομίαν ὡς πόλεως ἡνωμένης εἶναι, οὐ κατὰ τὸ σύνηθες δηλαδὴ περιβόλων αὐτὴν ἑνούντων ἀλλὰ τῶν οἰκητόρων πρὸς ἀλλήλους ἡνωμένων. διὸ καὶ οὐ πόλιν εἴρηκεν ἀλλ' ὡς πόλιν συνάφειαν ἔχουσαν ὁμοῦ. οὐδὲ γὰρ ὑπὸ τείχεσιν αὐτὴν ὁ Ἱεζεκιὴλ οἰκηθήσεσθαι προδηλοῖ οὐδὲ Ζαχαρίας ἀλλ' ἀτείχιστον, τεῖχος δὲ αὐτῆς τὸν κύριον ἔσεσθαι καθότι τῆς τῶν ἁγίων ἑνότητος φύλαξ καὶ συνοχεὺς ὁ θεός. ἑρμηνεύει δὴ τὸ δι' αὐτῶν τῶν οἰκητόρων εἶναι τὴν ἕνωσιν, λέγων Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ κυρίου μαρτύριον τῷ Ἰσραὴλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου. Οὐχ ὅτι τείχη περιεβάλλοντο, διὰ τοῦτο ἡνώθησαν, ἀλλ' ὅτι αὐτοὶ δι' ἑαυτῶν. μαρτύριον μὲν τῷ Ἰσραήλ, τὴν ἀλήθειαν δηλαδὴ τῶν ἐπαγγελιῶν μαρτυροῦν, τοῦ ἐξομολογήσασθαι δὲ τῷ ὀνόματι κυρίου, ὅτι τῷ πληρώσαντι δηλαδὴ τὴν θαυμασίαν ἐπαγγελίαν ἐξομολόγησις χαρίτων ὀφείλεται παρὰ τῶν εὐεργετουμένων. Θρόνους τε τοῦ οἴκου ∆αυὶδ ἱδρυθῆναι ἐπ' αὐτῆς φησιν, ἐπεὶ καὶ βασιλείαν τὴν πάντων ὁ ∆ανιὴλ προφητεύει, οὐ μόνον ἀρχικήν τινος οὐδὲ ἑνὸς τὴν ἀρχὴν ἀλλὰ κοινὴν ὑπὲρ τῶν ἀρίστων καὶ 35 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν
About this text
Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.