Unit 10 rem early
Rem early: Unit 10; lemma and argument toward the thesis.
Greek
καταβολαί· ἀλλ' οὖν οὐδὲν τούτων ἐκτὸς δικαιοσύνης καλῶς συμπεπλεγμένης τῇ ἀγαθότητι πρὸς τὸ μὴ φθαρῆναι τὴν περὶ τὸ καλὸν σπουδὴν διὰ τὴν ἐν παρανομήσασιν ἀνεπιτίμητον εὐθυμίαν. 306 Ps 144,21 Πάλιν δ' ἐπὶ τὸ μακρὸν καὶ ἀνατείνει τὰς ὑμνήσεις καὶ οὐκ ἐφ' ἑνός τε ἴστησι καὶ τοῦ ἰδίου προσώπου, ἀλλὰ πάντας ἀνθρώπους τὸ ἴσον ποιήσειν *** εἰς τὸν ἄπειρον αἰῶνα, εἰ καὶ ὄψεταί ποτε σὺν δραμουμένοις, δηλῶν εἰς κοινωνίαν τῶν δικαίων οἳ γεγόνασιν ἀρχὴ θεῷ κατὰ τὸν ἀπόστολον. 307 Ps 145,1.2 Ἔοικε διδάσκειν ὅτι τοῦτο τῆς ζωῆς ἔργον, τοῦτο τοῦ ὑπάρχειν ὄφελος, εἰ πρὸς τὴν ὄντως ζωὴν συναπτόμεθα καὶ πρὸς τὸν ὄντως ὄντα· τοῦτο γὰρ ἐφόδιον καὶ εἰς τὴν ὄντως ζωὴν καὶ εἰς τὸ ἀϊδίως ὑπάρξαι, ἐπείπερ ἐκ τῆς νῦν ζωῆς ἐφόδιον πρὸς τὴν μέλλουσαν ἐπαγόμεθα. 308 Ps 145,5 Οὕτω μὲν ἡ εἰς ἀνθρώπους ἐλπὶς ἀθλία, ἡ δὲ εἰς θεὸν μακαρία. ἀληθὴς γὰρ βοηθός, αἰώνιος καὶ τῶν ἁπάντων κρατῶν· ἐν τούτῳ ἡ ἐξουσία ὡς ἐξ ἀφθόνου πλούτου καὶ ἀπείρου μεγάλα ῥᾳδίως εὐεργετεῖν. 309 Ps 146,4 Τοσοῦτος καὶ τηλικοῦτός ἐστιν ὡς μηδὲ τοὺς ἀναρίθμους ἀστέρας ἐκτὸς εἶναι τῆς γνώσεως αὐτοῦ ἀλλ' ὑπ' αὐτοῦ ῥυθμισθέντας αὐτῷ δὴ καὶ ἀκριβῶς ἐγνῶσθαι τὴν ἑκάστου φύσιν καὶ δύναμιν διακρίνοντι καθάπερ ὀνόματα τῶν διορισμῶν. 310 Ps 146,5 Ἰσχὺν μὲν οὖν καὶ σύνεσιν, εἰ καὶ ἀνθρωπίνως ἀκούομεν, μὴ ἀνθρωπίνως νοῶμεν οἵα ἐστὶν ἰσχὺς καθ' ἣν ὁ ἰσχυρὸς ἄνθρωπος ἐνεργεῖ καὶ σύνεσις καθ' ἣν ὁ σοφὸς βουλεύεται προσγινόμενόν τε καὶ ἀπογινόμενον
About this text
Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.