Fragmenta in epistulam ad Romanos · §u02-open

Fragmenta in epistulam ad Romanos Unit 2 opening

Unit 2.

Lemma-led open — , Ὁ ἀχώριστος τοῦ πατρὸς υἱὸς προσαγαγόμενος ἡμᾶς πρὸς ἑαυτὸν καὶ τῇ πίστει τὴν ἁγιάζουσαν

Greek

Rom 5,1 6 Ὁ ἀχώριστος τοῦ πατρὸς υἱὸς προσαγαγόμενος ἡμᾶς πρὸς ἑαυτὸν καὶ τῇ πίστει τὴν ἁγιάζουσαν χάριν ἐπινείμας, αἴτιος γέγονε τοῦ προσαχθῆναι θεῷ, συναφείας αἴτιος τοῖς διεστῶσι καταστὰς διὰ τῆς αὐτοῦ μεσιτείας, πρὸς μὲν τὸν πατέρα τῇ θεότητι συνημμένος, πρὸς δὲ ἡμᾶς κατὰ τὴν ἀνθρωπότητα συναφθείς· ὥστε ὅσους κατὰ τὸ ἀνθρώ πινον προσάγεται, τούτους κατὰ τὸ θεῖον προσάγει θεῷ. ἑστηκέναι δὲ ἡμᾶς εἰπὼν ἐπὶ τῆς προαγούσης θεῷ χάριτος, ἐπάγει τῇ πίστει τὰ περὶ τῆς ἐλπίδος, δεικνὺς τὴν πίστιν, ὡς ἐν τῇ πρὸς Ἑβραίους γέγραπται, ἐλπιζομένων οὖσαν ὑπόστασιν πραγμάτων. καί φησιν ὅτι καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ προσδοκῶντες τὴν θείαν ἐπαμφιέννυσθαι δόξαν, ἧς τύπος μὲν ἐν Μωϋσεῖ, ἀλήθεια δὲ ἐν Χριστῷ, ἐξεικονισμὸς δὲ εἰς ἡμᾶς. αἰτία δὲ τῆς τοιαύτης ἀποδοθησομένης ἡμῖν δόξης ἡ παροῦσα χάρις. ὥσπερ γάρ τις τεχνίτης εἰσοικιζόμενος εἰς ἡμᾶς τὸ πνεῦμα τὸ ἅγιον, χαρα κτηρίζει νῦν καὶ μορφοῖ πρὸς ὁμοιότητα Χριστοῦ δι' ἀποκρύφων ἐνερ γειῶν, μέχρι περ ἂν εἰδοποιηθὲν καὶ ἐπιτελεσθὲν τὸ ὅταν ἐκλάμψῃ κατὰ τὴν ἐπιφάνειαν τοῦ σωτῆρος ἧς Ἰωάννης λέγει· ἀδελφοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα. μεγάλη δὲ ἡ τῆς ἐλπίδος βεβαιότης τῶν ἤδη καυχωμένων ὡς παροῦσι τοῖς μέλλουσιν· καύχησις γὰρ ἐπ' ἀγαθῷ βεβαίως ὑπάρχοντι γίνεται. καὶ αὕτη ἦν ἡ μακαρία καύχησις ἣν ὁ προφήτης Ἰερεμίας εἰσηγεῖται, μὴ καυχάσθω, λέγων, ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ 63 γινώσκειν τὸν κύριον καὶ τὰ ἑξῆς. καὶ οὐχ ὅτι πόνοι, φησί, καὶ θλίψεις πάρεισιν, διὰ τοῦτο τὴν ἐπὶ τοῖς ἥξουσιν ἀγαθοῖς καύχησιν ἀμβλύνομεν, καὶ ταύτῃ μᾶλλον ἔτι καυχώμεθα συναίτιον τῆς τῶν ἀγαθῶν ἀπολαύσεως εἰδότες τὴν τῶν πόνων ὑπομονήν· διὰ γὰρ θλίψεως ὑπομονὴ συνίσταται, ὁ δὲ ὑπομείνας δόκιμος, ὁ δὲ δόκιμος παρὰ θεῷ γενόμενος ἐλπίζει ἔχειν 3 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις γίνεται, ὁδηγὸς ἐπὶ τὴν ἐλπίδα καθισταμένη. ἀσφαλῆ δὲ τὴν ἐλπίδα δείκνυσιν οὖσαν ἐπὶ τὸν ἠγαπηκότα ἡμᾶς θεὸν γινομένην, τῆς δὲ ἀγάπης τεκμήριον τὴν τοῦ πνεύματος δωρεάν· ἐξέχεε γὰρ ἐφ' ἡμᾶς τὴν ἀγάπην ὁ τὸ πνεῦμα ἐκχέας. ἐξέχεε δὲ προηγουμένως ἐπὶ τὰς καρδίας, ἐπεὶ καὶ ταῖς καρδίαις προηγουμένως τὸ πνεῦμα ἐνῴκισεν, ὡς καὶ αὐτὸς ὁ σωτὴρ λέγει ὅτι παρ' ὑμῖν μένει καὶ σὺν ὑμῖν ἔσται. Rom 5,11 Τῆς παλαιᾶς ἐκείνης φωνῆς τοῦ Μωϋσέως ἐπαληθευομένης ἐν ὑμῖν· οὗτος καύχημά σου καὶ οὗτος θεός σου. πῶς γὰρ οὐκ ἂν ἀγάλλοιτο καὶ καυχῷτο τις, κἂν ὑπὸ μυρίων παρενοχλῆται πολε μίων, φιλίᾳ θεοῦ τιμώμενος, δι' ἣν καὶ οὐχ ἥκιστα φθονούμενοι ὑπὸ τῶν ἐναντίων ἐπηρεαζόμεθα. Rom 7,7 Μηδεὶς ταῦτα ἀκούων ἐρεσχηλείτω πρὸς τὸν ἀπόστολον φάσκων ὡς εἰ τοῦτό ἐστιν ἐν τῷ νόμῳ, τὰ θανατοῦντα διαγορεύειν καὶ γνώριμα ποιεῖν τὰ φαῦλα τῶν πραγμάτων καὶ καλά, οὐδὲν ἧττον καὶ ὁ κύριος, τό τε φαῦλον ἐν τοῖς ἑαυτοῦ λόγοις καὶ τὸ καλὸν διορίζων, δόξειεν ἂν τὴν ἴσην ἐξεργάζεσθαι τῇ ἁμαρτίᾳ κατὰ τῶν μὴ πειθομένων ὁδόν· τὸ γὰρ διάφορον μέγα καὶ πολὺ τὸ μεταξύ, νόμου μὲν ἐν ῥήμασι μόνοις κειμένου καὶ μηδεμίαν εἰς δικαιοσύνην δύναμιν ἐνδιδόντος, ἀλλ' ἐπὶ

About this text

Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.