Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
τῇ πράξει τῶν ἀκουόντων τὸ σύμπαν καταλείποντος, τοῦ δὲ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ μὲν σύμπαν ἐν τῇ δόσει τοῦ πνεύματος τὴν τῶν ὑφ' ἑαυτὸν σωτηρίαν ἐργαζομένου καὶ οἱονεὶ δημιουργοῦντος ἡμᾶς ἐξ ἀρχῆς καὶ μεταπλάττοντος καὶ ῥυθμίζοντος ἐν τῷ τὴν θείαν ἐπίπνοιαν ὑποδέχεσθαι τοὺς πιστεύοντας καὶ πρὸς αὐτὴν οἰκειοῦσθαι, λόγοις δὲ εἰς παραίνεσιν κεχρημένου δι' ὧν ἐπιτηδείους ἡμᾶς κατασκευάζει τῷ 64 μορφοῦντι καὶ διατιθέντι πνεύματι, οὐχ ἡμῖν αὐτοῖς τὰ καθ' ἡμᾶς ἐπιτρέψας· ᾗ γὰρ ἂν κατεκρινόμεθα πάλιν ἀδυνατοῦντες εἰς τὸ πείθε σθαι, καὶ ἡ τῆς ἁμαρτίας γνῶσις καθ' ἡμῶν μᾶλλον ἢ παρ' ἡμῶν ἐγίνετο, ἀλλὰ τῷ πνεύματι δοχεῖα παρασκευάζων ἡμᾶς, ἀνιέντας μέν, ὅσ' ἡμέραι, τὴν πρὸς τὸν κόσμον συμπάθειαν καὶ λύοντας τὰ δεσμὰ τὰ σαρκικά, ἐπιτείνοντας δὲ τὴν πρὸς τὸ πνεῦμα οἰκείωσιν. διὸ καὶ νόμος μὲν εἰς τιμωρίαν ὀξύς, πνεῦμα δὲ ἀνεξίκακον, ὁ μὲν τὴν ἰδίαν τῶν ἀνθρώπων κατόρθωσιν εἰς δικαιοσύνην ζητῶν, τὸ δὲ τὴν παρ' ἑαυτοῦ χορηγοῦν. τούτῳ γὰρ ἕπεται τὸν μὲν νόμον οὐ κατορθουμένου τοῦ προκειμένου τιμωρητικὸν ἐπιφέρειν τῷ προστακτικῷ–τούτῳ γὰρ ἦν ἐχόμενον ἐκείνου–, τὸ δὲ πνεῦμα δύναμιν ἔχον εἰς τὴν τῶν πεπιστευκότων διόρθωσιν, εἰ καὶ τὰ πρῶτα ἐξασθενοίην τὴν παρ' αὐτοῦ δημιουργίαν ὑποδέξασθαι, μήτε ἀπογινώσκειν μήτε κολάζειν εὐθύς, ἀλλὰ τῇ παρ' ἑαυτοῦ σωτηρίᾳ φυλάττειν τὸν ἄνθρωπον παιδευόμενον, ὥσπερ ὁ Παῦλος ἔφασκε τῷ σατανᾷ παραδώσειν εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ· τὸ πνεῦμα τοῦ κυρίου ἀνέχεται γὰρ ἄχρι τῆς Χριστοῦ παρουσίας, ἕωσπερ ἂν ὁ τῆς νῦν ἐπιτελουμένης δημιουργίας ἐξήκῃ χρόνος, κρίσεως ἐπιστάσης ᾗ τοὺς ἀδιορθώτους ἀπω θεῖται τὸ λοιπὸν ἀνεπιτηδείους εἰς τὴν αἰώνιον ζωὴν εὑρισκομένους. διὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ ἀπόστολος θεὸν εἶναι τὸν ἐνερ γοῦντα ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας, οὐχὶ τὸ αὐτεξούσιον ἡμῶν περικόπτων, ἀλλὰ τὴν παρὰ θεοῦ δύναμιν εἰς ἀρετὴν ἐξηγούμενος. καὶ ὁ σωτὴρ πνεῦμα ἅγιον ἐνεφύσησεν ἀναστάς, διὰ τοῦτο προσοικειῶν ἡμᾶς καὶ μηδὲ μεριμνᾶν ὅτι λαλήσομεν ἐκέλευσεν, οὐ γὰρ ὑμεῖς ἐστε, λέγων, οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. ἤδη δὲ καὶ ὁ προφητικὸς λόγος τὴν νέαν δια θήκην ἐν τῇ δόσει τοῦ πνεύματος ὁριζόμενος λέγει, θεϊκὴν ἐξηγούμενος πρὸς τὸν Ἰσραὴλ διάλεξιν· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπεν, καὶ τὸ πνεῦμα τὸ ἐμόν ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα ἃ δέδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ σπέρ ματός σου· εἶπεν κύριος ἀπὸ τοῦ νῦν καὶ 4 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς ἐν ἐκείναις ταῖς ἡμέ ραις, διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐτῶν, καὶ ἐπὶ
About this text
Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.