Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
Rom 9,33 Κεῖται ἡ προκειμένη λέξις ἐν ταῖς Ἡσαΐου προφητείαις διεσπαρμέ νως, οὐχ ὡς εἴρηται νῦν ὑπὸ τοῦ ἀποστόλου, συνηθροισμένως. περὶ μὲν γὰρ ἀρχὴν τῆς βίβλου γέγραπται περὶ τοῦ κυρίου κατὰ τὴν ἔκδοσιν τὴν Ἀκύλα ᾗ συμπεφώνηκε καὶ ἡ ἀποστολική· αὐτὸς φόβημα ὑμῶν καὶ αὐτὸς θρόησις ὑμῶν καὶ ἔσται εἰς ἁγίασμα καὶ εἰς λίθον προσκόμματος στερεὸν σκανδάλου. μετὰ πολλὰ δὲ ἔστιν ὅτι ἰδοὺ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων οὐ μὴ καταισχυνθῇ. καὶ ἔστι γε ἐνιδόντας ἀκριβῶς ἑκατέρῳ μέρει τῆς λέξεως κατανοῆσαι σαφῶς τὸν ἐν τῷ ἑτέρῳ λίθον ἁπλῶς εἰρημένον, ἐν τῷ ἑτέρῳ τὸν κύριον ἡρμηνευμένον ἐπὶ τοῦ θεϊκοῦ ἀξιώματος. Rom 10,4 Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαίωσιν. οὐ γὰρ δικαιούμενος, φησίν, ἄνθρωπος ἐν νόμῳ, Χριστῷ πιστεύσας δικαιοῦται, ὡς καὶ ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας εὐηγγέλισται λέγων· γνωστὸν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ σωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. εἰ τοίνυν ὅπερ ἐσπουδάζετο μὲν ὑπὸ τοῦ νόμου, διὰ δὲ τὴν ἀνθρωπίνην ἀδυναμίαν οὐκ ἐτελειοῦτο, τοῦτο Χριστὸς 7 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑαυτοῦ, σωτηρίαν δὲ ἀνθρώπων. ®
About this text
Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.