Fragmenta in epistulam ad Romanos · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

δὲ ἐπὶ τούτοις ὁ ἀπόστολος ἐφ' ἑκάτερα προάγει τὸν λόγον, ἐπί τε τὸ δεικνύναι μὴ προσήκειν ἀνθρώποις τὰ τοῦ θεοῦ βάθη περιεργάζεσθαι, ἐπί τε τὸ σώζεσθαι λόγον ὀρθότατον τῆς σωτηριονοίας καθὸν εἰσί τινες οἱ μὴ ἐλεούμενοι καὶ οἱ τοῦ ἐλέου τυγχάνοντες· μὴ ἐρεῖ γάρ, φησί, τὸ πλάσμα τῷ πλάσαντι καὶ τὰ ἑξῆς. τοῦτο μὲν ἐπικόπτει τὴν προπετῆ τῶν πολλῶν περιεργίαν λεπτῶς ἀνακρίνειν τὰ τοῦ θεοῦ βουλήματα φιλονεικούντων, ἀνεξερεύνητα ἀνθρώποις πρὸς τὸ λεπτότατον. τίς γὰρ εἶ σύ, φησίν, ὁ θεὸν ἀνακρίνων; καὶ περὶ ὧν ἀνατέταχεν διαζητῶν; ἀδύνατόν σοι γνῶναι τὸν τοῦ δημιουργοῦ νοῦν, ὥσπερ καὶ πλάσματι τὸν τοῦ πλάσαν τος· οὐδὲν γὰρ ἀψύχου διαφέρεις εἰς τὸ δυνηθῆναι θεοῦ γνώμην κατα λαβεῖν. ἄτοπον δὲ καὶ τὴν ἐξουσίαν τὴν τοῦ θεοῦ περικόπτειν ἐπιχειρεῖν, ὡς οὐκ ὀφείλοντος ἔχειν ἐπ' ἐξουσίας τάττειν ἕκαστον τῶν ποιουμένων ἐν ᾗ καὶ βούλοιτο τάξει καὶ εἰδείη συμφέρον, εἰ καὶ μία πάντων ἡ φύσις καὶ πάντες ἐλέου δεκτικοί. ὥσπερ γὰρ ἐξουσία τῷ κεραμεῖ μιᾶς καὶ τῆς αὐτῆς ὕλης τοῦ πηλοῦ προκειμένης, τὸ μὲν ἐπὶ τιμῇ σκεῦος, τὸ δὲ ἐπ' ἀτιμίᾳ ποιεῖν, οὕτω δὴ καὶ τῷ τῶν ὅλων δημιουργῷ προγινώσκοντι τὰ μέλλοντα καθ' ἅπερ παρόντα, τὸν μὲν ἐλεηθησόμενον παράγειν, τὸν δὲ προεθησόμενον. σεβασμίως δὲ ταῦτα καὶ θείως προειπὼν πρὸς τοὺς θρασεῖς καὶ ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπαιρομένους, ἀποκαλύπτει καὶ τῆς βουλῆς τοῦ θεοῦ τὸν σκοπὸν καί φησιν· εἰ δὲ θέλων ὁ θεός. 69

About this text

Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.