Fragmenta in epistulam ad Romanos · §u03-rem-early

Unit 3 rem early

Rem early: Unit 3; lemma and argument toward the thesis.

Greek

δικαία καὶ δυνατὴ κρίσις εἰς κοινὴν ὠφέλειαν τῷ κόσμῳ συνδράμῃ, ἀνελεὴς μὲν οὖσα πρὸς τὸν κρινόμενον, ἐπεὶ καὶ ἀνέλεος, φησίν, ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος. 6 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐναντίων ὁ σωτὴρ τοῖς ἀφιεῖσι καὶ ἀφίεσθαί φησι, δικαίως μὲν πράττων κατὰ τὴν τῆς κρίσεως ἰσότητα καὶ τὴν τῆς δικαιοσύνης ἀντίδοσιν, τὸ δὲ μὴ ἐλεεῖν τὸν ἁμαρ τωλὸν οὐκέτι τὸ ἴσον φυλάττων ὅπερ ἐφ' ἑτέρων ἁμαρτωλῶν τῶν ἐλεηθέντων. διόπερ ἐπάγει πάλιν ὁ ἀπόστολος· ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει καὶ τὰ ἑξῆς. ὁ γὰρ τῶν ἴσων, φησί, μὴ τυγχάνων πρὸς τοὺς ἄλλους ἁμαρτωλούς, ἀλλ' ἀντὶ τοῦ ἐλεεῖσθαι καὶ πρὸς μετάστασιν τῆς πονηρίας καλεῖσθαι τοὐναντίον πάσχων καὶ παραδιδόμενος εἰς τὸ σκληρύνεσθαι, πῶς ἂν εἰκότως ἔτι καὶ μέμψιν κομίσαιτο τὴν παρὰ τοῦ θεοῦ, ὅτι μὲν οὖν οὐ τυγχάνει τῶν ἴσων τοῖς ἐλεουμένοις; οὔτε ὁ Φαραὼ σκληρύνεται γάρ, οὔτε τις ἕτερος τῶν εἰς τὸ κρίμα πιπτόντων, οὐκ ἔστιν ἀντειπεῖν οὐδὲ ὡς αἴτιός ἐστιν τῆς σκληρότητος ὁ σκληρυνόμενος. δῆλον γὰρ δήπου καὶ τοῦτο, ἀλλὰ πού φησιν· ὦ ἄνθρωπε, καὶ ὑπὲρ σὲ ζητῆσαι τῆς ἀνισότητος ταύτης τὸν παρὰ θεῷ μυστικὸν λόγον. ὅτι μὲν γὰρ ἐκτὸς ἀδικίας ἐστίν, προείρηται, σοφίας ὂν προνοητικῆς, οὐκ ἀνταποδόσεως δικαστικῆς, τὸ τὸν ἁμαρ τωλὸν μὴ ἐλεεῖν. ἑξῆς

About this text

Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.