Fragmenta in epistulam ad Romanos · §u04-rem-close

Unit 4 rem close

Rem CLOSEOUT: Unit 4 CLOSEOUT.

Greek

ἐκλεξαμένῳ θεῷ, καὶ φυλαχθήσεται τῇ ἀμετα μελήτῳ χάριτι τῇ ἐπηγγελμένῃ ἣν ἀφ' οὗπερ ἐκάλεσε τοὺς πατέρας, κατένευσεν. ® Rom 11,33 36 Θαυμάζει τὸ ποικίλον τῆς σοφίας καὶ ἀνερεύνητον ἀνθρώποις, κρίνει καὶ πράττει τὰ περὶ ἡμᾶς· βάθος μὲν λέγων κατὰ τὴν παλαιὰν γραφὴν τὴν λέγουσαν· τὰ κρίματά σου ἄβυσσος πολλή, τοῦτο δὲ διὰ τὸ ἀνέφικτον ὡς τὰ τῶν βυθῶν ἀκατάληπτα· ὁδοὺς δὲ τὰς κατὰ τὴν διοίκησιν ἐνεργείας ἃς οὐκ ἔστιν ἀνθρώπῳ κατανοῆσαι, ὥσπερ οὐδὲ ἴχνη τοῦ διὰ θαλάσσης βαδίζοντος, ὡς καὶ ὁ ψαλμωδός· ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. ὅτι δὲ κατὰ τὸ ποικίλον καὶ πολυπληθὲς καὶ οὐδαμῶς μονοειδὲς ἀπολιμπάνεται νοῦς ἀνθρώπινος τῆς τῶν θείων κριμάτων καταλήψεως, ἑκάστῳ τῶν πραγμάτων οἰκείως καὶ ἐπιβαλλόντως προσφερομένης τῆς θείας σοφίας, διδάσκει μὲν αὐτὸς πολυποίκιλον λέγων τὴν σοφίαν τοῦ θεοῦ. ἔλεγεν δὲ καὶ ὁ λθʹ ψαλμὸς κατὰ τὴν Ἀκύλα ἔκδοσιν· καὶ τοὺς λογισμούς σου τοὺς ὑπὲρ ἡμῶν οὐκ ἔστιν ἐκθέσθαι. διὸ καὶ οὐ θαῦμα σφάλλεσθαι τοὺς ἀνθρώπους ἐν τοῖς περὶ προνοίας λόγοις, καὶ γὰρ κατὰ τὸν Ἡσαΐαν ἄγνωστος παντὶ νοῦς θεοῦ· οὐ γὰρ δὴ κεκοινώνηκέ τις αὐτῷ σκέμματος. τοῦτο δὲ περὶ ἀνθρώπων, διαβαίνει δὲ καὶ ἐπὶ τὴν ἄλλην κτίσιν καθὸ κτίστης ἐστίν. Rom 12,2 Εἰς τὸ δοκιμάζειν ὑμᾶς, φησί, τὰ διαφέροντα· τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. αὕτη κατὰ τὸν προφήτην ἡ ἐν καρδίᾳ νομοθεσία· ἐν γὰρ τῇ 76 πρὸς θεὸν σχολῇ θεοειδῶς ἡ καρδία τιθεμένη γνωστικὴ τῷν διαφερόντων καὶ τῶν ἀγαθῶν γίνεται καὶ τῶν τοῦ θεοῦ θελημάτων, τούτοις ἀρεσκο μένη μόνοις οἷς ὁ θεὸς ἀρέσκεται, πιμπλαμένη τε ἀγαθότητος τὸ τοῦ ἀγαθοῦ πατρὸς θέλημα βούλεται καὶ σπεύδει πάντας ἀγαθοποιεῖν, ὡς ὁ κατασκευάζων ἡμᾶς πρὸς τὴν τοῦ ἰδίου πατρὸς ὁμοίησιν υἱοῦ ἀγα πᾶτε, φησί, τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. τοῦτο καὶ τέλειον θέλημα τοῦ θεοῦ ὄντως καὶ εὐάρεστον. ἐρρέθη μὲν γὰρ καὶ τὸ ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου, εἰ καὶ μὴ τούτῳ 11 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ τοῦ κακοῦ προοδοῦ γίνεται τῷ ἀγαθῷ. τὸ μέντοι γε εὐάρεστον τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, τὸ τέλειον, τὸ τοὺς ἀνθρώπους ἐξομοιοῦν αὐτῷ· ἔσεσθε γὰρ τέλειοι, φησίν, ὑμεῖς ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. κακὸν τὸ φθονεῖν φίλῳ καὶ μισεῖν τὸν οὐδὲν ἀδικοῦντα, τὸ δὲ μισεῖν ἐχθρὸν οὐ κακόν. ἀπείχοντο τοῦ κακοῦ μόνον οἱ μὴ τέλειοι, ἡμῖν καὶ τὸ ἀγαθὸν ἀσκητέον εἰς τελείωσιν, τὸ πάντας ἀνθρώπους ἀγαπᾶν. προάγων τε ἡμᾶς εἰς τὴν τοιαύτην ἕξιν ὁ κύριος ὑφαιρεῖ τὰ δυσμενείας αἴτια πάντα, ἵνα τὴν θείαν πρὸς πάντας ἀνθρώ πους ἀγάπην ἐνθῇ. οἶδεν τὴν περὶ χρήματα σπουδὴν ἐρεθίζουσαν κατὰ τῶν ἀδικούντων, εἰς χρήματα φθόνους ἐγείρουσαν, καὶ τὰς ἐκ τούτων ἀπεχθείας ἀνθρώποις πρὸς ἀλλήλους ἐργαζομένην, καὶ ἀπεῖπεν κτῆσιν χρημάτων μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς· οὕτω γάρ, φησίν, οὐκ ὀργιεῖσθε ζημιούμενοι, οὐ φθονήσεσθε, καὶ τοῖς φθονοῦσι δι' ἀπεχθείας ἔσεσθε, ἁπλοῦν καὶ ἄκακον τὸν νοῦν ἕξετε καὶ πάντων ἀγαπητικόν. Rom 12,3 Κολάζων τὴν ὑπερηφανίαν ὡς ἔκστασιν φρενῶν ἀντέθηκε ταύτῃ τὸ σωφρονεῖν, ὅτι οὐκ ἂν ἐπαίροιτό τις αἰσθόμενος ἑαυτοῦ σωφρονῶν. Rom 12,6 Ἔχει τις, φησίν, ἐν ὑμῖν προφητείαν, χάρισμα τιμιώτατον μετὰ τὴν ἀποστολήν– ἔθετο γάρ, φησίν, ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον δὲ προφήτας–, οὕτω 77 φρονείτω κατὰ τὴν προφητείαν, εἰδὼς τὰ τῶν ἀποστόλων πρωτεῖα, καὶ δὴ καὶ ὁ διάκονος ὑπὸ τοῦτον τὸν τῆς διακονίας κανόνα γινώσκων ἐν τάξει καταδεεστέρᾳ, οἷον αἱ χεῖρες ὑπὸ τὴν κεφαλήν. πάλιν ὁ διδάσκαλος ὑπὸ τὸν προφήτην ἐν τοῖς τῆς διδασκαλίας μέτροις μενέτω– δεύ τερον γὰρ προφήτας, τρίτον δὲ διδασκάλους –τῶν γὰρ ἐκ προφητείας λόγων ἐξηγηταὶ διδάσκαλοι ὥσπερ ὦτα ἀκούοντες καὶ συνιέντες τὰ τοῖς ὀφθαλμοῖς τοῖς βλέπουσιν ὁρώμενα καὶ δηλού μενα· βλέποντες γὰρ οἱ προφῆται, παρακαλεῖν τις τοὺς ἤδη δεδιδαγμένους ἐν ὑπουργίᾳ διδασκάλων τετάχθω. καὶ ταῦτα μὲν τὰ πνευματικά. ἐπι συνάπτει δὲ καὶ τὰ περὶ τὸ σῶμα, μεταδόσεις δαψιλεῖς, προστασίας σπουδαίας· ἔλεον φιλανθρώπινον ἐπήγαγε γὰρ ὁ ἐλεῶν ἐν ἱλαρότητι. ®

About this text

Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.