Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; reading with the letter.
Greek
πτώσεως ἀνηκέστου; μὴ γένοιτο· οὐ γὰρ ἐπὶ τῇ σφῶν αὐτῶν ἀπωλείᾳ τὸ πάθος ὑπέστησαν, ἵνα καὶ πτῶμα καὶ ὄλεθρος ᾖ τὸ γεγονός, ἀλλὰ ἐπὶ τῇ τῶν ἐθνῶν σωτηρίᾳ, ἵνα ἐπιζήλῳ τῷ τούτων ἐκεῖνοι κληθεῖεν. ὥστε παράπτωμα τὸ συμ βεβηκὸς ἐξ ἀγνοίας ἐχούσης συγγνώμην. μηδὲν δὲ σφόδρα ἡμῖν μελέτω περὶ διαφορᾶς ὀνομάτων, ἀλλὰ περὶ δηλώσεως πραγμάτων· καὶ ὃ παρίστησι διὰ τῶν λέξεων ὁ Παῦλος λαβόντες, μὴ κωλύωμεν τὰς λέξεις καὶ ἄλλο τι σημαίνειν. αὐτίκα τοῦτο, μὴ ὁ πίπτων οὐκ ἀνίστα ται; δηλοῖ τὴν τοῦ πεσεῖν ἔννοιαν οὐχ ὡς ἀνιάτου, καὶ τὸ μὴ ἐπί χαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα καὶ ἀναστήσομαὶ, ἀλλ' ἐστὶ τὸ πεσεῖν ποτε καὶ προσκαίρου συμφορᾶς δηλωτικόν. μᾶλλον δὲ περὶ τοῦ πράγματος ἄξιον ἐπιζητεῖν, μὴ διαφωνεῖν ὁ Παῦλος Ἀμῶς τῷ προφήτῃ δοκοίη λέγοντι· οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι. οὕτω δ' ἂν καὶ αὐτὸς ἑαυτῷ διαφωνεῖν δόξειεν ὁ προφήτης ἐν τοῖς ἑξῆς ἄλλα τε λέγων ἀγαθὰ καὶ τὸ τέλος· καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς, λέγει κύριος. ἀλλὰ τὸ ζήτημα λύει σαφῶς Ἡσαΐας ὁ προφήτης, τὸ ὑπόλειμμα τοῦ λαοῦ τὸ σωθησόμενον καὶ ὀνό ματι ὅλως ἑτέρῳ φάσκων κληθήσεσθαι τὸν Ἰσραήλ· ἀναιρεθήσεσθαί φησι γὰρ τοὺς ὑπολειπομένους ὡς ῥῶγα ἐν βότρυϊ, τῶν ἀγαθῶν ἐμπλησθήσεσθαι τῶν παρὰ θεοῦ, ἀντιδιαιρῶν αὐτοὺς πρὸς τὸν λαόν· ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε καὶ τὰ ἑξῆς. μετὰ πολλήν τε τοιαύτην ἀντιπαράθεσίν φησιν· κατα λείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς ὅρκον τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα ἕτερον ὡς ὁ εὐλογημένος ἐν τῇ γῇ εὐλογηθήσεται ἐν θεῷ πεπιστωμένως, καὶ ὁ ὀμνύων ἐν τῇ γῇ ὀμόσαι ἐν θεῷ πεπιστωμένως. ἔστι δὲ τὰ ξένα 74 τούτων τῶν ῥημάτων κατὰ τὴν Ἀκύλα ἔκδοσιν, ᾗ Ἰουδαῖοι προσέχουσιν. ὅθεν ἀναγκαῖον καὶ αὐτοὺς ὁμολογεῖν μεταβολὴν ἔσεσθαι τῶν σωθησο μένων ἐξ αὐτῶν εἰς ἑτέραν γνώμην καὶ πολιτείαν, ὡς ἀληθὲς εἶναι τὸ φάναι περὶ αὐτῶν, ἢ ὅτι οὐκ εἰσὶν Ἰσραήλ, ἢ ὄντως οὗτοι Ἰσραὴλ τοῦ κατὰ σάρκα Ἰσραὴλ ἀπολλυμένου. τὸν μὲν οὖν ἀπολλύμενον ὁ προφήτης εἴρηκεν, τὸν δὲ σωζόμενον ὁ ἀπόστολος, χωρίσας αὐτὸν τοῦ κατὰ σάρκα. Rom 11,16 Εἰ δέ, ὅπερ, φησίν, ἀρτίως ἔλεγον, εἰσὶν ἐκ τοῦ Ἰσραὴλ οἱ σεσωσμένοι καὶ τοῦ πρὸς σωτηρίαν ἁγιασμοῦ τυχόντες, ὧν εἷς ἐγὼ δηλαδή, τούτους ὡς ἀπαρχὴν τοῦ ἔθνους εἰληφὼς ὁ θεός, καὶ πᾶν τὸ λοιπὸν διὰ τοῦ προσληφθέντος ἡγίασε κατὰ τὴν δεδομένην εἰς ἅπαντα τὸν κόσμον δωρεάν–ἴσμεν γὰρ ἁγιαζόμενον διὰ τῆς ἀπαρχῆς τὸ φύραμα –, καὶ τοῦτο μέντοι τεκμήριον τοῦ μὴ πάντη πεπτωκέναι τὸ ἔθνος, ὥς που τὰ εἰς ὄλεθρον ἐκδοθέντα Χαναναίων ἔθνη, ὧν τὸ σῶσαι καὶ ἕνα δυσσεβὲς διὰ τὴν καθολικὴν ἐπ' αὐτοῖς ψῆφον τοῦ θεοῦ, καὶ ὡς τὰ πυρὶ παραδοθέντα Σόδομα, ἐξ ὧν οὐδὲ τὸ τοῦ ξένου δικαίου γένος ἠξιοῦτο σωτηρίας εἰ μὴ τῇ πρὸς ἐκεῖνον χάριτι· τοῦ δὲ Ἰσραὴλ πολλοὺς ὁρῶμεν τοὺς σωζομένους. μὴ δὴ Χαναναίοις καὶ Σοδόμοις συναριθμῶμεν αὐτούς, μηδὲ ἐν ἀκαθάρτοις ἀριθμῶμεν ὧν ἁγία ἡ ἀπαρχή. 10 ® Rom 11, 21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθη. οἳ δὲ ἦσαν τῇ φύσει τῆς ῥίζης βλαστήματα, καὶ ὅμως διὰ τὴν ἀπιστίαν ἐξῄρηνται. πολὺ δὲ τὸ μεταξὺ τοῦ κατὰ χάριν καὶ κατὰ φύσιν. εἰ δὲ μηδὲ ἡ φύσις τοὺς ἀπειθεῖς ὤνησεν εἰς βεβαιότητα, ἦπού γε τοὺς ἐκ προσθήκης ὀνήσει τι τὸ προστεθήσεσθαι, εἰ μὴ φανεῖεν ἄξιοι τῆς δοθείσης χάριτος. πάλιν δὲ ἐπὶ τούτων οἱ τὴν σάρκα λοιδοροῦντες ἐνθυμείσθωσαν, ὅσην ἡ κατὰ σάρκα γένεσις ἔχει ῥοπήν, εἰ καὶ παρῶπται διὰ τὴν ἀπιστίαν. Rom 11,24 Ὅταν καὶ οἱ κατὰ φύσιν τῆς ἐλαίας κλάδοι δι' ἀπιστίαν ἐν ἀπωλείᾳ μένωσιν, καὶ οἱ ἐκ τῆς ἀγριελαίου παρὰ φύσιν εἰς καλ λιέλαιον ἐμφυτευόμενοι σώζωνται, πῶς οἱ καὶ σωτηρίαν καὶ ἀπώλειαν ἐκ φύσεως εἰσάγοντες οὐκ αἰσχύνονται; 75 Rom 11,25 Μὴ γὰρ ἀγνοεῖτε, φησί, τὸ παρὰ τῇ προνοίᾳ τοῦ θεοῦ ἀπόρρητον διὰ τὴν νῦν ἀπιστίαν τοῦ Ἰσραὴλ ἀγνούμενον, ὅτι μέχρι τῆς τῶν ἐθνῶν εἰσόδου πάντων τῶν προεγνωσμένων ἀναισθησία κατέχει τὸν Ἰσραήλ, μετὰ δὲ ταύτην τὸ λείψανον τοῦ ἔθνους, ὁ τῷ ὄντι Ἰσραὴλ ἐπακολουθήσας σωθήσεται. Rom 11,28 Τὸν μὲν εἰς ὑμᾶς, φησίν, εὐαγγελισμόν, ἀδελφοί, διὰ τῆς ἐκείνων ἀπαλλοτριώσεως ἔδει γενέσθαι, καὶ διὰ τοῦτο ἤλλοτριώσθησαν. φυλαχθῆ ναι δὲ καὶ μετὰ ταῦτα τὸν Ἰσραὴλ ἐν τοῖς ὑπολοίποις ὡς οἰκεῖον τῷ τοὺς πατέρας αὐτῶν
About this text
Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.