Unit 4 rem early
Rem early: Unit 4; lemma and argument toward the thesis.
Greek
πεισθῆναι ῥοπὴν ὑπερεῖδεν, δι' ἧς οἱ ἀπόστολοι πιστεύσαντες ἔλεγχος τῆς ἐκείνων ἀπιστίας γίνονται, ἐπὶ δώδεκα θρόνους κρίνον τες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. πρὸς δὴ τὸν σκοπὸν καὶ τὸ τέλος ἀφορῶντι οὐ πρὸς Ἰουδαίους ἀπέσταλται οὔτε ὁ κύριος· οὐ γὰρ ἂν ἀπέτυχεν ἐπὶ τοῦτο ἐλθών, ὡσαύτως δὲ οὐδὲ οἱ ἀπόστολοι. καὶ διὰ τοῦτο, φησὶν ὁ Παῦλος, ὡς οὐδενὸς ἀποσταλέντος πρὸς αὐτοὺς οὐδὲ κηρύξαντος· πῶς δὲ ἀκούσονται χωρὶς κηρύσσον τος; πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν; τὸ δὲ μὴ ἐπικαλεῖσθαι αὐτοὺς τὸν κύριον ἀνήρτησεν ἐκ τοῦ μηδὲν αὐτοῖς ἀπεστάλθαι κρίμα θεοῦ δεικνύς, μᾶλλον δὲ τῆς μὲν κρίσεως οὐδέν, τῆς δὲ οἰκονομίας μόνης αὐτὸς μεμνημένος· καθὼς γέγραπται, φησίν, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. δῆλον γάρ, φησί, καὶ ἐκ τῆς προφητείας, ὡς οὐκ ἄνευ τῶν εὐαγγελιζομένων ἐστὶ πιστεῦσαι, οἳ καλήν τινα καὶ ἐξάκουστον ὥσπερ ἐξ ὄρους ἀφιᾶσι φωνήν, οἳ εὐαγγελίζονται τὴν εἰρήνην τοῦ θεοῦ καὶ τὰ ἀγαθά, τῇ μὲν καλλονῇ τέρπουσαν, τῷ δὲ μεγέθει καθικνουμένην τῆς ἀκοῆς· ὡς ὥρα γάρ, φησίν, ἐπὶ τῶν ὀρέων οἱ πόδες τῶν εὐαγγελιζομένων ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζομένων ἀγαθά. οὕτως γὰρ ἡ τῶν οʹ ἑρμηνεία. Ro+m 10,18 Τοσοῦτον γέ ἐστιν, φησί, τὸ τῆς φρενοβλαβείας αὐτῶν καὶ τῆς ἀποστροφῆς τοῦ θεοῦ τῆς ἀπ' αὐτῶν, ὥστε τῷ ὄντι κατὰ τὸ θεῖον ῥῆμα βλέποντες οὐ βλέπουσι καὶ ἀκούουσιν· βεβόηται γὰρ τὸ θεῖον κήρυγμα κατὰ πάσης τῆς οἰκουμένης, οὐδὲν ἔλαττον ἐκφαι 72 νόντων τὸν κύριον τῶν ἀποστόλων ὡς ἡ κτίσις κέκραγε τὸν ποιητὴν κατὰ τὸ λόγιον τοῦ ψαλμοῦ, οἱ δὲ οὐδέν τι μᾶλλον ἀκοῦσαι καὶ συνεῖναι δεδύνηνται. Rom 10,19 Ἀλλ' ἡγοῦνται, φησίν, ἀλόγως πως καὶ ἀσυνέτως ἀλλότριον εἶναι θεοῦ τὸ ἐν τοῖς ἔθνεσιν εὐαγγέλιον· οὐ γάρ ἐστίν γε εἰπεῖν, ὅτι παρα σεσιώπητο πρὸς αὐτοὺς τοῦτο καὶ οὐ προείρητο. εὐθὺς γοῦν ὁ νομοθέτης ἔλεγε Μωϋσῆς, ὅτι τὴν ἴσην αὐτοῖς ἀνταποδώσει θεὸς τῇ τῶν ἀφρόνων ἐθνῶν προτιμήσει, ἥνπερ αὐτοὶ θεῷ κατῆρξαν τῇ τῶν ματαίων εἰδώλων προσκυνήσει, καὶ ὡς αὐτοὶ τὸν οὐ θεὸν ἡγήσαντο θεὸν ἀντὶ τοῦ ὄντως θεοῦ, καὶ θεὸς ἀντὶ τοῦ παρ' αὐτῷ πρότερον ἔθνους τὸ οὐκ ἔθνος ὡς ἔθνος τιμήσει, τὰ μὴ ὄντα ὡς ὄντα καλέσας, ἵνα τὰ ὄντα καταργήσῃ. καὶ εἰς ὃν προήχθη ζῆλον ὑπ' αὐτῶν δαίμοσι συναφθέντων, εἰς τοῦτον αὐτοὺς προάξει τοῖς ἔθνεσι τὴν ἑαυτοῦ συνάψας δύναμιν. Rom 11,8 Ἡ παρατεθεῖσα λέξις Ἡσαΐου τοῦ προφήτου μετελήφθη κατ' ἰδίαν ἐπιστήμην ἐκ τῶν Ἑβραϊκῶν τῷ ἀποστόλῳ· ἡ γὰρ τῶν ἑβδομήκοντα ἔκδοσις ἔχει· πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατα νύξεως· ὅπερ ἡ τοῦ Ἀκύλα σαφέστερον ἔχει καταφοράν, ἡ δὲ τοῦ Συμμάχου κάρωσιν. εἶτα ἐπάγεται· καὶ μύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτὰ καὶ ἑξῆς περὶ τῆς ἀγνοίας τῶν προφητικῶν λόγων, ἐσομένων αὐτοῖς ὡς ἐσφραγισμένου βιβλίου καὶ ὡς ἀγραμμάτων ἀδυνάτων ἀναγνῶναι. τῆς γὰρ ἀσαφείας ὡσπερεὶ σφραγιζούσης τὸ προφητικὸν βιβλίον καὶ τὴν ἀνάγνωσιν περιτ τὴν ἀποφαινούσης τοῖς ἀναγινώσκουσιν, ὡς εἴ τις μηδὲ ἀναγινώσκειν δύναιτο, οἱ μὲν ἀκολουθήσαντες Χριστῷ διηνοίχθησαν τὸν νοῦν εἰς τὴν σύνεσιν τῷν γραφῶν, ὡς τὸ εὐαγγέλιον λέγει, καὶ οἱ τῶν ἀκολουθησάντων ἀκούσαντες ὡδηγήθησαν εἰς τὴν ἐπίγνωσιν ὡς ὁ εὐνοῦχος ὑπὸ τοῦ Φιλίππου, οἱ δὲ ἄλλοι τὸ μὴ τυχεῖν διανοίξεως τυφλοῖς ἐοίκασι καὶ κωφοῖς. συνῆψε γὰρ καὶ τὸ περὶ τῆς τῶν ὤτων κωφότητος ὁ ἀπόστολος, ἐξ ἑτέρου μέρους τῆς προφητείας μεταλαβὼν τὸ ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, ὅτι τὸ μὴ συνιέναι ἶσον τοῦ μὴ ἀκούειν ἐστὶ κατὰ τὸ ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, εἴρηται δὲ καὶ τὸ τοῖς ὠσὶ βαρέως ἤκουσαν. ἡ δὲ ἀπουσία τοῦ διανοί γοντος πνεύματος τῷ πνεύματι τῆς 9 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθὸν, ἀλλ' ὁ τῆς θείας δυνάμεως ἔρημος οἶκος ἀνεῖται τοῖς πονηροῖς πνεύμασιν εἰς κατοίκησιν, ὡς ὁ σωτὴρ εἴρηκεν. καὶ οὕτως ὁ μὴ δοὺς πνεῦμα διανοίξεως ἔδωκεν πνεῦμα κατανύξεως. Rom 11,11 Ἐκ τῶν γραφῶν τὴν γεγενημένην ἐγκατάλειψιν ἀναγκάζεται ζητεῖν, μὴ μέχρι τέλους τοῦτο πεπόνθασιν, ὡς ἂν μή τινι δόξαι τὰ τῆς ἐπαγγε λίας τῆς πρὸς τὸν Ἰσραὴλ εἰς ψεῦδος περιΐστασθαι. πταῖσμα δὲ νῦν λέγει τὸ κατὰ πάντα ἀσύγγνωστον ἀδίκημα καὶ πτῶμα, τὴν πάντη ἀνίατον ἀνατροπὴν μεθ' ἣν οὐδέν ἐστιν ἔτι προσδοκῆσαι χρηστόν. ἆρα οὖν, φησίν, ἐπταικέναι φήσομεν αὐτοὺς ἄξια
About this text
Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.