Fragmenta in epistulam ad Romanos · §u05-rem-close

Unit 5 rem close

Rem CLOSEOUT: Unit 5 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

γὰρ ἡ ἐν πνεύματι κατὰ τὸ ἰδοὺ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν. 81 ® Rom 15,1 3 Τὸ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν ὡς πρὸς τὸ ἀνθρώπειον ἀρέσκον εἴρηκεν, καὶ δηλοῖ τὸ παρακείμενον· παραινεῖ γὰρ ἡμῖν μὴ τὸ πρὸς ἰδίαν αἱρεῖσθαι διαγωγὴν ἐσθίοντας ἅπερ ἡμῖν ἀνεπαχθῇ, ἀλλ' ἀπέχεσθαι πρὸς ὠφελείας τῶν ἀδελφῶν ἣ διὰ τοῦ μὴ λυπεῖσθαι γίνεται. τοῦτο δὲ ἀγαθὸν κατὰ θεὸν οὐκ ἐχαρίζετο, ἄρα τῷ ἀνθρωπείῳ τὸ τερπνὸν ἐκ ποδῶν τοὺς ἐνοχλοῦντας ποιούμενος, ὅπερ ἐπεζήτησαν οἱ μαθηταὶ πῦρ ἐκτοῦ οὐρανοῦ κατὰ τῶν μὴ δεξαμένων τὸν κύριον αἰτῆσαι θελήσαντες, ἀλλ' ἐπετέλει τὸ θεϊκὸν ἀγαθὸν φειδόμενος τῶν τιμωρίας 14 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ– οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρεσεν ἑαυτῷ. ταῦτα γὰρ ἤνεγκεν οὐκ ἀρέσκοντα· μή με γὰρ αὐτοὶ παροργίζωσιν; λέγει κύριος– ἀλλὰ καθ' ὅσον ἐκοινώνησε τοῦ ἀνθρωπείου τοῦ καὶ ἀηδῶς πρός τι διατεθῆναι δυναμένου. κατὰ τοῦτο οὐκ ἤρεσεν ἑαυτῷ τοὺς ἐνοχλοῦντας μετελθὼν ἢ ἀπωσάμενος, ἀλλ' ὑπέμεινε λέγων· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; πλὴν τοῦ κυρίου καὶ τοὺς ἀσυγγνώστους καὶ ἀλλοτρίους ἐνεγκόντος ὀνειδίζοντας, πολὺ μᾶλλον ἡμῖν οἰστέον τοὺς συγγνώμης ἀξίους καὶ ἀδελφούς. ἀρέσκειν δὲ παραινέσας τῷ πλησίον, ἀναγκαίως προσέθηκεν εἰς τὸ ἀγαθόν· οὐκέτι γὰρ τοῦτο ἀνθρωπαρέσκεια ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, καὶ εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην· ἀνθρωπαρέσκεια γὰρ τὸ κατ' ἡδονήν τι πράττειν ἀνθρώπων. Rom 15,24 Τὴν παρουσίαν ἑαυτοῦ διὰ τὴν ἀποστολικὴν χάριν ἀγαθῶν πλήρη τῶν παρὰ Χριστοῦ φησιν αὐτοῖς ἐπιφανήσεσθαι. ® Rom 16,8 15 Ἐν συστάσεως καὶ ἀσπασμοῦ μέρει ποιεῖται τῶν γνωρίμων ἑκάστου μνήμην ἁρμόζουσαν, οἰκεῖον δὲ τῆς αὐτοῦ ποιῶν ἀγάπης καὶ τοῦ λαλοῦντος ἐν αὐτῷ πνεύματος, τὸ φιλάνθρωπον ἡμῖν δεικνὺς καὶ τὸ κατ' ἀξίαν ἕκαστον παρ' αὐτῷ μνημονεύεσθαι, ὥσπερ καὶ ἐν τοῖς παλαιοῖς γράμμασι κατάλογοι τῶν γενῶν εἰσιν καὶ μνήμη πρὸς ἀξίαν 82 ἐκάστου, δηλοῦντος τοῦ πνεύματος ἐν ταῖς ἀοράτοις βίβλοις ἀπογεγράφθαι παρ' αὐτῷ κατ' ἀξίαν ἕκαστον. ἃς δὴ καὶ ἀνοιγομένας εἶδε ∆ανιὴλ ἐπὶ τοῦ κριτοῦ τοῦ καθεσθέντος, ἐπὶ τοῦ παλαιοῦ τῶν ἡμερῶν, τοῦτ' ἔστιν ἐπὶ τοῦ αἰωνίου θεοῦ. καὶ ὁ ἄγγελος περὶ τοῦ τέλους προλέγων εἶπεν αὐτῷ· ἐν ἐκείνῳ τῷ καιρῷ σωθήσεται πᾶς ὁ λαός σου ὃς ἂν εὑρεθῇ γεγραμμένος ἐπὶ τῷ βιβλίῳ. περὶ δὲ τῶν μὴ ἀξίων ὁ κύριος ἐν προφήτῃ εἶπεν ἐξαλειφθήτωσαν, περὶ ὧν καὶ ὁ Παῦλος ἑξῆς κατ' ἀντίθεσιν τῆς πρὸς τοὺς ἁγίους ἐπιμνησθεὶς λέγει τὸ ἑξῆς. 15

About this text

Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.