Fragmenta in epistulam ad Romanos · §u05-rem-mid

Unit 5 rem mid

Rem mid: Unit 5; lemma continues; reading with the letter.

Greek

πονηρὸν ἐξ ὑμῶν αὐτῶν. συντρέχων δὲ εἰρηνικῶς τῷ κρίνοντι περὶ βρωμάτων οὕτως εἴρηκεν, ὡς εἰ καὶ ὑπαίτιος εἴη κατὰ τοῦτο ὁ ἀδελφός, οὐκ ὀφείλοντος κρίνεσθαι. ἐξ ἴσου δὲ καὶ τῷ ἐξουθενοῦντι περὶ ὀλιγοπιστίας τὸν οὐκ ἐσθίοντα ἀδελφὸν ἀπεῖπεν τὸ ἐξουθενεῖν. ἐξουθενεῖν μὲν γὰρ τὸν πονηρευόμενον πρὸς ἀνδρός ἐστι τοῦ σωθησο μένου κατὰ τὸν ψαλμόν, τὸν δὲ ἐκ περιττῆς εὐλαβείας τι πράττοντα οὐκ ἐξουθενητέον, ἵνα μὴ ὡς οἱ πεποιθότες ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι καὶ ἐξουθενοῦντες τοὺς ἄλλους ἐξουθενηθῶμεν ὑπὸ θεοῦ. εἶτα ὁ λογισμὸς τοῦ μὴ χρῆναι κατεξανίστασθαι ἀλλήλων, 80 ὅτι πάντες, φησίν, ὑπὸ κρίσιν ἐσμὲν τὴν τοῦ θεοῦ θεοῦ, καὶ ὥσπερ δικαστῇ τῷ θεῷ παραστησόμεθα· οὐ γὰρ τοῦ παρεστῶτος δικαστῇ τὸ κρίνειν τὸν συμπαρεστῶτα αὐτῷ, φροντιστέον γὰρ περὶ αὐτοῦ τῶν ἀπολογησομένων ἑκάστῳ. καὶ μὴ ὅπως τὸν πλησίον κρινοῦμεν ἐνθυμητέον, ἀλλ' ὅπως ἡμεῖς μὴ κατακριθησόμεθα. δῆλον δὲ ὅτι θεοῦ βῆμα τὸ Χριστοῦ λέγει· ὁ γὰρ πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, δεδωκὼς γὰρ ὡς ἀνθρώπῳ δικαστῇ ἀνθρώπων κατὰ τὸ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. οὐκ εἰς ἀνθρωπίνην φύσιν τὴν κρίσιν ἐξώρισεν, ὅτι μὴ φύσει ἄν θρωπος ὁ υἱός, ἀλλὰ κατ' οἰκονομίαν καὶ ἄνθρωπος. μενεῖ οὖν θεοῦ καὶ οὕτως οὖσα ἡ κρίσις καὶ τὸ βῆμα, ὅτι τῆς σοφίας ἐστὶν αὐτοῦ καὶ δυνάμεως τῆς εἰς ἄνθρωπον ἅγιον σαρκωθείσης. Rom 14,14 Οἶδα, φησί, Χριστοῦ πεπιστευκὼς τῷ ἁγιασμῷ, ὅτι διὰ Χριστοῦ πάντα καθαρὰ καὶ οὐδὲν τῶν εἰσπορευομένων κοινοῖ, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τῆς καρδίας. τοιοῦτο δὲ καὶ ἡ περὶ τοῦ ἀκαθάρτου ὑπόληψις· ὡς ἀκαθάρτου λογισμός ἐστιν ἐκ καρδίας ἐπὶ βλάβης, εὐθὺς κοινὸν εἶναι ποιῶν τὸ νομισθὲν εἶναι κοινόν. ® Rom 14,15 17 Φυλακτέον, φησίν, ἐμβάλλειν τὸν ἀδελφὸν εἰς τὸν ἐξασθενοῦς συνειδήσεως μολυσμόν. τοῦτο γὰρ ἔφη καὶ ἐν τῇ πρὸς Κορινθίους, τὰς ἀσθενεῖς συνειδήσεις μολύνεσθαι τῶν ὡς εἰδωλόθυτον ἐσθιόντων. μὴ δή, φησίν, ὡς ἐπὶ σπουδῆς τὴν τῶν τοιούτων βρῶσιν ποιώμεθα· εἰ γὰρ τοῦτο ποιήσομεν οὐκ ἀξιόπιστον ἔχοντες εἰς λύπην τοῦ ἀδελφοῦ πρόφασιν τὴν βρῶσιν, τὴν ἀναγκαιοτέραν διαφεροῦμεν ἀγάπην. βρώματος οὖν εὐτελοῦς ἕνεκα μὴ ἀπολλύσθω κτῆμα Χριστοῦ, ὁ θανάτῳ τὴν ζωὴν ἐωνημένος. ἀπολεῖται δὲ τῆς ἑνώσεως διαζευγνύμενος καὶ τῆς ἀγάπης ἀπολειπόμενος ἢ καὶ φαγεῖν ἀπίστως ἀναγκαζόμενος. μὴ κινῶμεν βλασφημίας κατὰ τῆς πίστεως, ὡς ἀσεβεῖς βρώσεις διὰ ταύτην αἱρούμενοι. ἀρκεῖ τὸ δοξάζειν περὶ τῶν βρωμάτων ὃ χρή. οὐκ ἐὰν φάγωμεν, τότε βασιλεύει θεὸς ἐν ἡμῖν· οὐ γὰρ βρώσει καὶ πόσει θεοῦ βασιλεία ὁρίζεται. πῶς

About this text

Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.