Unit 5 rem early
Rem early: Unit 5; lemma and argument toward the thesis.
Greek
οὐκέτι οὖν ἀδιάφορον ἡγητέον ταράττειν ἢ μὴ ταράττειν τὸν τοιοῦτον, ἀλλὰ σπουδαστέον ὅπως μὴ χωρὶς τοῦ πιστεύειν ἐσθίειν ἀναγκαζόμενος συγχέοιτο τὴν ψυχήν, ὡς πονηρὸν μὲν τὸ βρῶμα ὁρῶν, ὡς ἀγαθὸν δὲ προσφερόμενος. ἔστι τις ἐρηρεισμένος τῇ Χριστοῦ πίστει ὡς πᾶν κρέας ἁγιαζούσῃ καὶ μηδὲν εἰδωλόθυτον εἶναι συγχωρούσῃ, ὥσπερ αὐτὸς ὁ ἀπόστολος πιστεύων ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ἀποφαίνεται· ἕτερος δὲ διὰ τὸ ὀλιγοπίστως ἔχειν ἔτι παραιτεῖται κρεῶν βρῶσιν ὡς μὴ περιτυγχάνειν εἰδωλοθύτῳ. ἐπαινείτωσαν ἀμφότεροι τὴν περὶ τούτου πρὸς ἀλλήλους ἀμφισβήτησιν, φυλαττόμενος ὁ ἕτερος τὸν ἕτερον ἀναγκάζειν παρὰ τὸ δοκοῦν αὐτῷ. καὶ μήτε ὁ ἐκ πίστεως γενναιοτέρας ἐσθίων τὸν ἀσθενοῦντα περὶ τὴν 79 βρῶσιν ὡς ὀλιγόπιστον ἐξευτελιζέτω, μήτε ὁ φυλαττόμενος ὡς ἀκάθαρτον τὸ ἔδεσμα τὸν ἀδιαφοροῦντα περὶ αὐτὸ ἀκαθαρσίας κρινέτω. ἤρξατο μὲν οὖν ἐκ τοῦ πρὸς τοὺς ἐρρωμένους λόγου, τὴν ὑπὲρ τῶν βρωμάτων ὡς ἀδιαφόρων μάχην ἀξιῶν, ἐπανεῖναι πρὸς τοὺς ἀρρωστοτέρους, προϊὼν δὲ καὶ τοῖς ἑτέροις τὸ ἴσον ὑπέθετο, τὴν ὑπὲρ τῆς ἀποχῆς ἔριν παραπέμψασθαι συμβουλεύων· ὁμονοητικώτερος γὰρ οὕτως καὶ ἀλυ πότερος ὁ λόγος ἐγίνετο πρὸς ἀμφοτέρους ἀποτεινόμενος. Ro+m 14,10 Ἐπὶ τῶν προειρημένων πραγμάτων καὶ τῶν τοιούτων τὸ κρίνειν ἀλλήλους κωλύει, ἃ μηδαμῶς χωρίζειν θεοῦ δύναται, ὡς καὶ ὁ κύριος τί βλέπεις τὸ κάρφος, φησίν, ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου; προειπών· μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. τὸ γὰρ περὶ μικρῶν ἐλαττωμάτων ἃ κάρφεσιν ἔοικε παρενοχλοῦσιν ὀφθαλ μούς, καταδικάζειν τοὺς τὰ μέγιστα κατορθοῦντας, ἐνόχους ποιεῖ τῷ δικασμῷ ᾧ αὐτοὶ καθ' ἑτέρων ἐκφέρουσιν. εὐθὺς γοῦν αὐτοὶ τὸ κατ εξανίστασθαι τῶν ἀδελφῶν πολὺ μεῖζον οὗ προφέρουσιν ἐγκλήματος, ὡσανεὶ καὶ δοκὸς πρὸς κάρφος συγκρίνοιτο. τὸ δὲ περὶ μικρῶν εἶναι καὶ οὐδὲν μέγα βλαπτόντων τὰς τοιαύτας κρίσεις ἃς ἀπηγόρευσεν ὁ σωτὴρ καὶ ὁ ἀπόστολος, δηλοῦται καὶ ἐξ αὐτῆς τῆς ὀνομασίας· ἀδελφοὶ γὰρ ἡμῶν εἴρηνται, οὓς κεκωλύμεθα κρίνειν εἰ δὲ ἡμῶν ἀδελφοί, καὶ θεοῦ υἱοί. τὰ δὲ τῶν υἱῶν ἐλλείμματα μικρὰ καὶ οὔπω ἁμαρτήματα, ἐπεὶ ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει κατὰ τὸν Ἰωάννην, ὥστε ὁ ἁμαρτάνων οὐκ ἔστιν ἐκ θεοῦ οὐδὲ ἡμέτερος 13 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. κρινοῦμεν ἄρα τὸν τοιοῦτον ὡς οὐκ ἀδελφὸν ἔτι κἂν ἐν ἡμῖν ᾖ κατὰ σῶμα, χωριοῦμεν αὐτόν, ἐπειδὴ τῷ πνεύματι κεχώρισται. τί γάρ μοι, φησί, καὶ τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ θεὸς κρίνει. καὶ ἐξαρεῖτε τὸν
About this text
Apollinaris of Laodicea, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.