Homilia 9 (in sanctum Phocam) · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

νόμος ἐγένετο ναύταις Φωκᾶν ἔχειν συνεστιάτορα. Καὶ ἐπειδὴ τὸν νῦν ἀσώματον σύσσιτον εἶναι καὶ κοινωνὸν τραπέζης ἀμήχανον, μάθετε πῶς ἄρα φιλευσεβὴς λογισμὸς ἐσοφίσατο τὸ ἀδύνατον. Καθ' ἑκάστην γὰρ τὴν ἡμέραν τὴν τῶν ὄψων μερίδα πρὸς ἰσομοιρίαν τῶν ἐσθιόντων ἀποκληροῦσι τῷ μάρτυρι. Ταύτην δὲ εἷς τῶν δαιτυμόνων ἐξωνούμενος τὸ ἀργύριον κατατίθεται, καὶ τῇ ὑστεραίᾳ ἄλλος καὶ ἄλλοτε ἕτερος· καὶ οὗτος ὁ κλῆρος τῆς ἀγορασίας περιϊὼν ἅπαντας δίδωσι καθ' ἡμέραν τῆς μερίδος τὸν ὠνητήν. Ἐπειδὰν δὲ ὅρμος αὐτοὺς ὑποδέξηται καὶ εἰς γῆν ἀφίκωνται, μερίζεται τὸ ἀργύριον τοῖς πεινῶσι· καὶ τοῦτο ἡ μερὶς τοῦ Φωκᾶ, πενήτων εὐεργεσία. Τεθήπασι τοῦτον καὶ βασιλεῖς τὸν καρτερικώτατον καὶ φιλόθεον καὶ φιλοτίμοις κειμηλίοις κατακοσμοῦσι τοῦ περιβλέπτου πένητος τὸν ναόν. Φιλονεικοῦσι δὲ οἱ ἐπιγινόμενοι τοὺς πρεσβυτέρους ὑπερβαλέσθαι. Καὶ οὔπω θαυμαστόν, εἰ τῆς Ῥωμαίων ἡγεμονίας ἄνδρες φιλευσεβεῖς, θεσμοῖς καὶ νόμοις σύντροφοι, οὕτως εὐλαβῶς ἔχουσι περὶ τὸν θεράποντα τοῦ Χριστοῦ, ὁπότε καὶ εἰς βαρβάρους ἔφθη τὸ θαῦμα· καὶ πάντες οἱ ἀγριώτατοι Σκύθαι, ὅσοι δὴ τὴν ἀντιπέρας τοῦ Εὐξείνου πόντου ἤπειρον νέμονται, Μαιώτιδος λίμνης καὶ ποταμοῦ Τανάϊδος πρόσοικοι, ὅσοι τε τὸν Βόσπορον οἰκοῦσι καὶ ἄχρι Φάσιδος ποταμοῦ παρατείνονται, πάντες οὗτοι δορυφοροῦσι τῷ κηπουρῷ· τοῖς δὲ πᾶσιν ἔθεσι καὶ ἐπιτηδεύμασι διεστῶτες ἡμῶν εἰς τοῦτο μόνον ὁμογνώμονες γίνονται τὴν ἀγριότητα τῶν τρόπων 9.126 ὑπὸ τῆς ἀληθείας ἐξημερούμενοι. Εἷς γοῦν ἄρχων ἐκεῖθεν καὶ βασιλεὺς τὸν στέφανον τῆς κεφαλῆς ἀποθέμενος, χρυσῷ καὶ ἄνθεσι λίθων περιλαμπόμενον, καὶ τὸν θώρακα τὸν πολεμικὸν ἀποδύς, ὕλας ἔχοντα πλούτου ἀλαζονικὴ γὰρ καὶ θρυπτομένη τῶν βαρβάρων ἡ πανοπλία ἔπεμψεν ἀμφότερα ἀναθήματα διὰ τοῦ μάρτυρος τῷ Θεῷ καὶ δυνάμεως καὶ ἀξιώματος καθιερώσας τὰς ἀφορμάς. Πρόδηλον γάρ, ὡς ὁ μὲν στέφανος τῆς βασιλείας ἦν χαριστήριον, ὁ δὲ θώραξ τῆς κατὰ πολέμους ἰσχύος. Τὰς δὲ συνεχῶς ἐπὶ τούτοις συμβαινούσας εὐεργεσίας διὰ τῶν ἐν ὀνείρασιν ὄψεων καὶ διὰ τῶν θεραπειῶν, ὧν οἱ κάμνοντες ἀπολαύουσι, πῶς ἄν τις καὶ διηγήσαιτο ἀδυνάτου καθεστῶτος ταῖς καθ' ἕκαστον ἐνεργείαις ἐπαφεῖναι τὸν λόγον; Ἡμεῖς τοίνυν ἐνταῦθα λήξαντες δόξαν τῷ Σωτῆρι Θεῷ προσοίσομεν, οὗ δοῦλοι πιστοὶ τοσαύτης ἠξιώθησαν χάριτος, ὥστε πρὸς πᾶσαν χρείαν καὶ περίστασιν κατὰ τὴν δοθεῖσαν αὐτοῖς δωρεὰν τοὺς ὁμοδούλους εὐεργετεῖν. Καὶ ταῦτα μετὰ τὴν ἐνθένδε ἄφιξιν καὶ τὸν τοῦ σώματος χωρισμόν· ὧν ἡ μνήμη μετὰ τοῦ ἔργου καθ' 3 ἡμέραν διατρέχει πόλεις καὶ κώμας πανταχοῦ τὸν εὐεργέτην κηρύσσουσα Κύριον, ᾧ πρέπει πᾶσα τιμὴ καὶ κράτος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 4

About this text

Asterius of Amasea, Homilia 9 (in sanctum Phocam) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homilia 9 (in sanctum Phocam) — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.