Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἑστιάτορα. Ὁ δὲ καὶ ἔτι παρεκάλει πρὸς τὴν τόλμαν τῆς ἀναιρέσεως καὶ μηδὲ πρὸς ὀλίγον διστάζειν ἐπεκελεύετο λέγων ὡς οὐ τῆς ἐκείνων χειρὸς ὁ φόνος, ἀλλὰ τῶν προσταξάντων ἡ ἐπιχείρησις. Εἶπεν, ἔπεισεν, ἔπαθε καὶ τὴν κεφαλὴν ἀποτμηθεὶς ἱερεῖον τῷ Θεῷ κεχαρισμένον προσήχθη. Στύλον καὶ ἔρεισμα τῶν θείων τῆς οἰκουμένης ἐκκλησιῶν, ἐξ ἐκείνου μέχρι τοῦ νῦν τοῦτον ἔχομεν, ἄνθρωποι· καὶ μαρτύρων ἐστὶν οὗτος περιφανέστατος ἐν τοῖς ἀρίστοις ἔχων αὐτὸς τὸ πρωτεῖον. Οὗτος ἐφέλκεται πανδημεὶ πάντας πρὸς τὸ ἑαυτοῦ καταγώγιον· καὶ πληρεῖς αἱ λεωφόροι τῶν ἀφ' ἑκάστης χώρας πρὸς τὸν τόπον ἐπειγομένων τῆς προσευχῆς. Ἔστι μὲν οὖν ὁ μεγαλοπρεπὴς ἐκεῖνος ναός, ὃς καὶ τὸ ἱερὸν ἔχειν τοῦ μάρτυρος ἐκληρώθη σῶμα, θλιβομένων ἄνεσις, κακου μένων ἰατρεῖον, λιμωττόντων τράπεζα. ∆αψιλέστερον γὰρ τρέφει Φωκᾶς νῦν τελευτήσας ἤπερ ἐν Αἰγύπτῳ ζῶν Ἰωσὴφ τὸ πρότερον. Ἐκεῖνος μὲν γὰρ ἀργυρίου τὸν σῖτον διήμειβεν, οὗτος δὲ προῖκα τοῖς δεομένοις χαρίζεται. Οὕτω πτωχῶν καὶ ἀλητευόντων φῦλα προστρέχει τῷ τῆς Σινώπης ἰσθμῷ καθάπερ τινὶ κοινῷ ταμιείῳ. Ἀλλ' ἐκεῖ μὲν οὕτως. Εἰ δέ που καὶ ἀλλαχοῦ διὰ μικρῶν λειψάνων οἷον ἀποικίαν τινὰ μητροπόλεως ὁ μάρτυς ἑαυτῷ κατεστήσατο, θαυμαστὸς καὶ οὗτος ὁ τόπος καὶ πᾶσι χριστιανοῖς περισπούδαστος, ὥσπερ δὴ καὶ οὗτος ὁ παρ' ἡμῖν ἱερὸς χωρὸς κατα γώγιον ἑορταζόντων ἐστί. Τίμιος 2 γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· καὶ πολλαχοῦ μερισθέντα τὰ λείψανα ὁλόκληρον πανταχοῦ τῷ τρισμακαρίῳ σώζει τὴν εὐφημίαν. Οὕτω γοῦν καὶ κατὰ τὴν βασιλεύουσαν πόλιν, τὴν κορυφὴν Ἰταλίας καὶ βασιλίδα τοῦ κόσμου, ἔστι τῷ μάρτυρι δορυφορία πάνδημος καὶ τιμή, οἶκος τε περιφανής, ἠσκημένος εἰς κάλλος. Οὐχ ἧττον δὲ Ῥωμαῖοι τὸν Φωκᾶν θεραπεύουσιν ἢ Πέτρον καὶ Παῦλον. ∆ιὸ καί, ὡς ὁ λόγος διδάσκει, τὴν κεφαλὴν τοῦ μάρτυρος ἐσπουδασμένως ἐκτήσαντο ἀντίστροφον τῆς μιαρᾶς Ἡρωδιάδος ἑλόμενοι γνώμην. Ἡ μὲν γὰρ αἵματος διψῶσα 9.124 δικαίου, κεφαλὴν τιμίαν εἰς ὕβριν ἐξῄτησεν· οἱ δέ, τιμῆς χάριν καὶ ὠφελείας τῆς ἑαυτῶν, μαρτυρικὴν ἀξίως κεφαλὴν περιεποιήσαντο. Ναῦται δὲ καὶ πλωτῆρες οἱ πανταχοῦ, οὐχ οἱ τὸν Εὔξεινον διαπλέοντες πόντον, ἀλλὰ καὶ οἱ τὸν Ἀδρίαν τέμνοντες καὶ ὑπὲρ Αἰγαίου φερόμενοι καὶ ὅσοι τὸν ὠκεανὸν πλέουσι τὸν ἑσπέριον καὶ τοῖς ἐῴοις κόλποις ἐνθαλαττεύουσι, τὰ συνήθη κελεύσματα οἷς τοῦ πλοῦ πόνον προσανα παύουσιν, εἰς καινὴν τοῦ μάρτυρος μετέβαλον εὐφημίαν· καὶ διὰ γλώσσης ἐστὶν ὅλως ὁ Φωκᾶς αὐτοῖς ὑπᾳδόμενος, ἐπεὶ καὶ ἐναργῆ παρέχει τῆς βοηθείας τὰ σύμβολα. Πολλάκις γὰρ ὤφθη, νῦν μὲν νύκτωρ προσδοκωμένου χειμῶνος διεγείρων τὸν κυβερνήτην τῷ πηδαλίῳ ἐπινυστάξαντα· ἄλλοτε δὲ πάλιν τοὺς κάλως διατείνων καὶ τῆς ὀθόνης ἐπιμελούμενος καὶ ἀπὸ τῆς πρώρας προοπτεύων τὰ βράχη. Ὅθεν καὶ
About this text
Asterius of Amasea, Homilia 9 (in sanctum Phocam) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homilia 9 (in sanctum Phocam) — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.