Homiliae · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἐννόησον τὸ δορυφορικὸν τῆς τραπέζης πλῆθος, τραπεζοποιούς, οἰνοχόους, ταμιείας καὶ τοὺς τούτων ἀφηγουμένους μουσικούς, μουσικάς, ὀρχηστρίδας, αὐλητάς, γελωτο ποιούς, κόλακας, παρασίτους, τὸν ἀκόλουθον τῆς ματαιότητος συρφετόν. Ταῦτα ἵνα κτηθῇ, πόσοι πένητες ἀδικοῦνται! πόσοι δὲ ὀρφανοὶ κονδυλίζονται! πόσαι χῆραι δακρύουσιν! πόσοι σφοδρῶς σπαραττόμενοι σπεύδουσιν πρὸς ἀγχόνην! 1.5.5 Ἡ δὲ τῶν τοιούτων ψυχὴ ὥσπερ Ληθαίου τινος ὕδατος γευσαμένη ἑαυτῆς ἀμνημονεῖ καθάπαξ, τίς ἐστιν καὶ τίνι συνέζευκται, καὶ ὅτι ποτὲ τῆς συζυγίας ταύτης λυθήσεται καὶ πάλιν ἀνακτισθέντι συνοικήσει τῷ σώματι. Ἐλθόντος δὲ καιροῦ τοῦ καθήκοντος καὶ τοῦ ἀπαραιτήτου προστάγματος τῆς πρὸς τὸ σῶμα κοινωνίας ἀπο σπῶντος αὐτήν, ἀναλογισμὸς εἰσέρχεται τῶν βεβιωμένων καὶ ἀνωφελὴς μετάνοια, κατόπιν γινομένη τῆς χρείας. Τότε γὰρ ὀνίνησι μεταμέλεια, ὅταν ὁ μεταβουλευόμενος ἐξουσίαν ἔχῃ τῆς διορθώσεως· ἀναιρεθείσης δὲ τῆς ἐνεργείας τοῦ κατορθοῦν ἀχρεῖος ἡ λύπη καὶ μάταιος ἡ μετάγνωσις. 1.6.1 Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος. Οὐ πένητα ἁπλῶς ὑπογράφει ὁ λόγος τῆς δαπάνης καὶ τῆς χρείας τῶν ἀναγκαίων ἐστερη μένον, ἀλλὰ γὰρ καὶ ἀρρωστίᾳ ὀδυνηρᾷ συνεχόμενον καὶ διερρυηκότα τὸ σῶμα, ἄοικον, ἀνέστιον, ἀθεράπευτον, τῇ πύλῃ τοῦ πλουσίου προσερριμένον. Καὶ λίαν ἐπιμελῶς τῇ διηγήσει τὰς συμφορὰς ἐπὶ τέλει ἐκτραγῳδεῖ τοῦ πτωχοῦ, ἵνα τὴν τοῦ μὴ ἐλεοῦντος στηλιτεύσῃ σκληρότητα. 1.6.2 Ὁ γὰρ πρὸς λιμὸν καὶ νόσον μηδὲν πάσχων ἐλεεινὸν ἢ συμπαθὲς θηρίον ἐστὶν ἄλογον, κακῶς εἰς ἀνθρώπου μορφωθὲν σχῆμα, ψευδόμενον τῇ προαιρέσει τὴν φύσιν· μᾶλλον δὲ καὶ αὐτῶν τῶν θηρίων ἀσυμπαθέστερον, εἴ γε χοίρου μὲν σφαζομένου ἕλκονται πρός τινα λυπηρὰν αἴσθησιν οἱ χοῖροι καὶ τῷ νεορρύτῳ αἵματι ἀνιαρὰ ἐπιτρύζουσι· περιίστανται δὲ τοῦ ταύρου τὸν φόνον οἱ βόες ἐμπαθεῖ μυκηθμῷ τὴν ἄλγιδα σημαίνοντες. Ἀγέλαι δὲ γεράνων, μιᾶς τῶν συννόμων περιπεσούσης θηράτροις, περιίπτανται τὴν κρατουμένην καί τινος ὀδυρτικῆς κλαγγῆς τὸν ἀέρα πληροῦσιν, τὴν ὁμόφυλον ζητοῦσαι καὶ σύννομον. 1.6.3 Ἄνθρωπον δέ, τὸ λογικὸν ζῷον καὶ ἥμερον καὶ καθ' ὁμοίωσιν Θεοῦ τὴν ἀγαθότητα παιδευόμενον, μικρὸν οὕτω φροντίζειν τῶν συγγενῶν ἐν ταῖς ὀδυνηραῖς τῶν συμφορῶν περι στάσεσιν! 1.7.1 Ἔκειτο τοίνυν ὁ πολυώδυνος καὶ εὐχάριστος πένης πόδας οὐκ ἔχων, ἦ γὰρ ἂν τὸν ἀλάστορα καὶ ὑπερήφανον ἔφυγεν, ἕτερον τόπον ἀλλαξάμενος ἀντὶ τῆς ξενοκτόνου πύλης τῆς κεκλεισμένης τοῖς πένησιν χειρῶν ἀφῃρημένος καὶ οὐδὲ παλάμην ἔχων προτείνειν εἰς αἴτησιν, ἐμφραχθεὶς αὐτὰ τὰ ὄργανα τῆς φωνῆς καί τινα βραγχῶσαν καὶ τραχεῖαν τῶν στέρνων ἠχὴν προϊέμενος, πᾶσιν ἁπλῶς ἠκρωτηριασμένος τοῖς μέλεσιν, νόσου πονηρᾶς λείψανον, ἐλεεινὸν ὑπόδειγμα τῆς ἀνθρωπίνης ἀσθενείας. 1.7.2 Ἀλλ' ὅμως οὐδὲ τοσοῦτος κατάλογος συμφορῶν ἔκλινεν πρὸς ἐπίσκεψιν τὸν ὑψαύχενα· παρῄει δὲ ὡς λίθον τὸν ἄνθρωπον ἀπροφάσιστον τὴν ἁμαρτίαν ἐπιτελῶν. Οὐ γὰρ εἶχεν ἐγκαλούμενος λέγειν ταῦτα τὰ κοινὰ καὶ εὐπρόσωπα· Οὐκ ἔγνων, οὐκ ᾔδειν· ἔλαθεν με ποτνιῶν ὁ πτωχός· ὃς ἔκειτο πρὸ τῆς πύλης εἰσιόντος 3 καὶ ἐξιόντος θέαμα, ἵνα ἀπαραίτητον ἐργάσηται τοῦ ὑπερηφάνου τὴν καταδίκην. Ἐπεθύμει καὶ τῶν ψιχίων τῆς τραπέζης καὶ οὐδὲ τούτων ἐτύγχανεν· ἀλλ' ὁ μὲν τῇ πλησμονῇ διερρήγνυτο, ὁ δὲ ὑπὸ τῆς ἐνδείας ἐτήκετο. 1.7.3 Καλὸν οὖν ἦν καὶ δίκαιον τὴν Χαναναίαν ἐκείνην τὴν Φοίνισσαν διδάσκαλον ἐπιστῆσαι τῷ μισανθρώπῳ πλουσίῳ, λέγουσαν ἐκεῖνα τὰ γεγραμμένα ὅτι Ὦ ἀλάστορ καὶ ὑπερήφανε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· σὺ δὲ τὸν ἀδελφόν σου, τὸν ὁμόφυλον, ταύτης τῆς δωρεᾶς οὐκ ἠξίωσας; 1.7.4 Ἀλλ' οἱ μὲν κύνες ἐπιμελῶς ἐτρέφοντο, κατ' ἰδίαν οἱ φύλακες, χωρὶς οἱ θηρευτικοί· καὶ στέγης ἠξιοῦντο καὶ κλίνης καὶ θεραπευτὰς εἶχον ἀποκεκληρωμένους κατὰ σπουδήν, ἔρριπτο δὲ χαμαὶ ἡ τοῦ Θεοῦ εἰκὼν ἀμελουμένη καὶ πατουμένη, ἣν ἰδίᾳ χειρὶ ὁ τῶν ὅλων ἀριστοτέχνης καὶ δημιουργὸς διεπλάσατο, εἰ τῷ Μωϋσῆς ἀξιόπιστος τεκμηριῶσαι τῶν ἀνθρώπων τὴν γένεσιν. 1.8.1 Εἰ μὲν οὖν ἐτελεύτησεν μέχρι τούτου τὸ τοῦ Λαζάρου διήγημα καὶ οὕτως εἶχε τῶν πραγμάτων ἡ φύσις, ὡς τῇ ἀνωμαλίᾳ τοῦ βίου τούτου τὴν ζωὴν ἡμῶν περιγράφεσθαι, μεγάλας ἂν ἀφῆκα σχετλιάζων φωνάς, ἐφ' οἷς οἱ κτισθέντες ὁμοτίμως οὕτως ἀνίσως μετὰ τῶν ὁμοφύλων διάγομεν. 1.8.2 Ἐπειδὴ δὲ καλὰ τὰ λειπόμενα πρὸς ἀκρόασιν, ἐν τοῖς

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.