Homiliae · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

παρελθοῦσι στενάξας, ὁ πένης, ἐν τοῖς ἀκολούθοις εὐθύμησον μαθὼν τοῦ συμπτώχου σου τὴν μακαρίαν ἀπόλαυσιν. Εὑρήσεις γὰρ δικαίου κριτοῦ ἀκριβὲς δικαστήριον, ἐν ᾧ στενάζει ὁ ἡδυπαθήσας καὶ τρυφᾷ ὁ μοχθήσας· ἑκάτερος δὲ κομίζεται τὰ πρὸς ἀξίαν ἐπίχειρα. 1.9.1 Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ. Ὁρᾷς τοὺς διακονιστὰς τοῦ δικαίου καὶ πένητος καὶ τοὺς ὑπηρέτας τῆς μεταστάσεως; Ἄγγελοι γὰρ ἐδορυφόρουν, γαληνόν τε καὶ πρᾶον εἰς αὐτὸν βλέποντες καὶ τῷ σχήματι προδηλοῦντες τὴν ἀναμένουσαν αὐτὸν θεραπείαν καὶ ἄνεσιν. Ἐνετέθη δὲ κομισθεὶς τοῖς κόλποις τοῦ πατριάρχου, ὃ καὶ διαπορήσεως ἀφορμὴν παρέχει τοῖς ἡδέως τὰ βάθη τῶν Γραφῶν βασανίζουσιν. 1.9.2 Εἰ γὰρ πᾶς τελευτῶν δίκαιος πρὸς τὸν αὐτὸν κομίζοιτο τόπον, πολύς τις ἂν εἴη καὶ ἐπ' ἄπειρον ἀνηπλωμένος ὁ κόλπος, εἴ γε μέλλοι χωρητικὸς ἔσεσθαι τοῦ πλήθους τῶν ὁσίων παντός. Εἰ δὲ τοῦτο παντελῶς ἀμήχανον κόλπος γὰρ κοιλανθεὶς ἄνδρα μὲν καὶ ἕνα δυσχερῶς, μόλις δὲ δύο περιστέλλει βρέφηθεωρία τις ἡμᾶς ἐκδέχεται τῇ εἰκόνι τοῦ αἰσθητοῦ κόλπου πρὸς νοητήν τινα πραγματείαν χειραγωγοῦσα. 1.9.3 Τί γάρ ἐστι τὸ λεγόμενον; Ὁ Ἀβραάμ, φησίν, ἀποδέχεται τοὺς τὸν εὐπολίτευτον ζήσαντας βίον. Εἰπὲ τοίνυν, ὦ θεσπέσιε Λουκᾶ ὡς πρὸς παρόντα γάρ σε καὶ ὁρώμενον διαλέξομαι διὰ τί πολλῶν ὄντων δικαίων καὶ πρεσβυτέρων τοῦ Ἀβραὰμ ταύτην τῷ μεθηλικεστέρῳ τὴν τιμὴν ἀπεκλήρωσας, σιωπήσας τὸν Ἑνώχ, τὸν Νῶε καὶ εἴ τις ἄλλος κατὰ τὸν βίον τούτοις ἀκόλουθος; Ἀλλά σου τάχα συνίημι καὶ οὐκ ἔξω βάλλει τοῦ σκοποῦ ἃ λογίζομαι. 1.9.4 Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ θεράπων 1.9.4 Χριστοῦ καὶ διαφερόντως οὗτος ἀνθρώπων τὰς τοῦ Χριστοῦ ἐπιφανείας ἐδέξατο, καὶ τὸ τῆς Τριάδος μυστήριον ἱκανῶς ἡμῖν ἐν τῇ σκηνῇ τοῦ γέροντος τούτου διετυπώθη, ἡνίκα τοὺς τρεῖς ἀγγέλους ὡς ἄνδρας ὁδοιπόρους ἐξένισε, καὶ ἁπλῶς ἐκ πολλῶν τῶν μυστικῶν αἰνιγμάτων οἰκεῖος ἄνθρωπος οὗτος γεγένηται τοῦ Θεοῦ, τοῦ χρόνοις ὕστερον ἀμφιε σαμένου τὴν σάρκα καὶ διὰ μέσου τοῦ ἀνθρωπικοῦ τούτου παραπετάσματος ἐναργῶς ὁμιλήσαντος τοῖς ἀνθρώποις, διὰ τοῦτο τὸν κόλπον αὐτοῦ οἷον εὔδιόν τινα λιμένα καὶ ἄκλυστον ἀναπαυτήριον εἶναι τῶν δικαίων φησίν. 1.9.5 Ἐν Χριστῷ γὰρ πάντων ἡμῶν ἡ σωτηρία καὶ ἡ ἐλπὶς καὶ ἡ ἀπεκδοχὴ τοῦ μέλλοντος αἰῶνος, τῷ ἐκ τῆς σαρκὸς τοῦ Ἀβραὰμ κατὰ τὴν ἀνθρωπικὴν ἀκολουθίαν βλαστήσαντι. Καί μοι δοκεῖ ἡ περὶ τὸν γέροντα τοῦ λόγου τιμὴ εἰς τὸν Σωτῆρα τὴν ἀναφορὰν ἔχειν, τὸν καὶ κριτὴν ὄντα καὶ μισθαποδότην τῆς ἀρετῆς καὶ τῇ θεραπευτικῇ φωνῇ 4 προσκαλούμενον τοὺς δικαίους καὶ λέγοντα· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. 1.10.1 Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν. ∆ιπλῆ τις ἐστὶν ἡ περὶ τὸν πτωχὸν σημασία· ἡ μὲν δηλοῦσα τῶν ἀναγκαίων τὴν ἔνδειαν, ἡ δὲ τὴν μετριοφροσύνην καὶ τοῦ ἤθους τὴν ταπεινότητα. Μὴ τοίνυν ὁ τῶν ὑλῶν ἀπόρως ἔχων καὶ πενόμενος ἀργυρίου, ἠμφιεσμένος δὲ τὴν ἐλεεινὴν ἐφεστρίδα, οἰκειούσθω τῆς ἀρετῆς τὸν ἔπαινον, μηδὲ νομιζέτω ἀρκέσειν αὐτῷ τὴν ἔνδειαν πρὸς σωτηρίαν. 1.10.2 Οὐ γὰρ ὁ κατ' ἀνάγκην πενόμενος ἐπαινεῖται, ἀλλ' ὁ τὴν γνώμην αὐθαιρέτως μετριάζων θαυμάζεται. Ἐπεὶ τοῖς ἀπορουμένοις ἁπλῶς, ἔχουσι δὲ τὸν τρόπον ἀπαιδαγώγητον ἢ ἀκατόρθωτον, ἐφόδιον γίνεται πολλῶν καὶ πονηρῶν τολμημάτων ἡ πρὸς ἀνάγκην ἀκτημοσύνη. Καὶ πάντας ἐγὼ τοὺς τοιχωρύχους καὶ ἀνδρα ποδιστάς, ἔτι μὴν λωποδύτας καὶ κλέπτας καὶ τοὺς ἀνδροφόνους αὐτούς, εἴ ποτε παρέβαλον ἀρχοντικῷ κριτηρίῳ, πένητας ἐθεασάμην, ἀγνώστους, ἀοίκους, ἀνεστίους. 1.10.3 Ὡς ἐκ τούτου πρόδηλον εἶναι, ὅτι μακαρίζει νῦν ἡ Γραφὴ τὸν πτωχὸν ἐκεῖνον τὸν φιλοσόφῳ ψυχῇ τοὺς μόχθους βαστάζοντα, καρτεροῦντα δὲ γενναίως πρὸς τὰς περιστάσεις τοῦ βίου καὶ οὐδὲν κακουργοῦντα πονηρόν, ἵνα τῇ σαρκὶ χαρίσηται τῆς τρυφῆς τὴν ἀπό λαυσιν. Ὃν καὶ σαφέστερον διαγράφει ἐν τῷ πρώτῳ τῶν μακαρισμῶν ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Οὔτε οὖν πᾶς πτωχὸς δίκαιος, ἀλλ' ἐκεῖνος οἷος ὁ Λάζαρος, οὔτε πᾶς πλούσιος ἀπεγνωσμένος, ἀλλ' ὁ μετὰ τοιαύτης ζῶν προαιρέσεως, οἵαν εἶχεν ὁ τοῦ Λαζάρου σύγχρονος· καὶ τούτου οἱ διὰ τῆς πείρας τοῦ βίου μάρτυρες πρόδηλοι. 1.10.4 Τί γὰρ τοῦ θείου Ἰὼβ πλουσιώτερον; Ἀλλ' ὅμως ἡ εἰς ἄγαν εὐπορία τὸν ἄνδρα οὔτε τῆς δικαιοσύνης ἠλλοτρίωσεν, οὔτε συλ λήβδην εἰπεῖν, τῆς ἀρετῆς ἐξώρισεν. Τί τοῦ

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.