Homiliae · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

τρίων συμφορῶν δίκη τοῦ πλημμελήματος ἐπετέθη ἃ πάσχεις· τῷ δ' ἐκεῖ μοχθήσαντι καὶ πατηθέντι καὶ πικρᾶς ἀνασχομένῳ τῆς ἐνσάρκου ζωῆς γλυκεῖα τις καὶ εὐφραίνουσα ἡ ἐνθάδε ἀπενεμήθη κατάστασις. 1.12.4 Πρὸς δὲ τούτοις καὶ χάσμα μέγα εἶναι φησιν, τὸ κωλύον αὐτοὺς τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν καὶ διεῖργον τοὺς τιμωρουμένους ἀπὸ τῶν τιμωμένων, ἵνα εὐκρινῶς διάγωσιν ἀπ' ἀλλήλων ἀμφότεροι ἀσύγχυτον ἔχοντες τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὴν ἀπόλαυσιν. Οἶμαι δὲ τὴν αἰσθητὴν παραβολὴν νοητῆς εἶναι θεωρίας αἴνιγμα. Οὐ γὰρ δὴ τάφρον ὄντως ἐννοήσωμεν ἐκεῖ πρὸς τῶν ἀγγέλων διορυχθεῖσαν, οἷάπερ ἐν τοῖς στρατοπέδοις γίνεται τὰ τῶν πολεμίων μεταίχμια, ἀλλὰ τὸν χωρισμὸν ἡμῖν ὁ Λουκᾶς ὑπογράφων ὃν ἀπ' ἀλλήλων εἰσὶ κεχωρισμένοι, οἵ τε κατ' ἀρετὴν καὶ οἱ ἑτέρως ζήσαντες, ὑπέθετο τὴν εἰκόνα τοῦ χάσματος. 1.12.5 Ἐπισφραγίζεται δὲ τὴν διάνοιαν ἡμῶν ταύτην καὶ Ἡσαΐας οὕτω πως λέγων· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεοῦ.

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.