Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
τῆς μελλούσης ἀσκήσαντα. ∆ραματικῶς γὰρ ἡμῖν ὁ λόγος τὴν νουθεσίαν ἐπὶ προσώπων ὡρισμένων ἐξέθετο, ἵνα ἐμψύχως καὶ δεικτικῶς παιδευθέντες τῆς ἀγαθῆς πολιτείας τὸν νόμον, μηδέποτε καταφρονήσωμεν τῶν τῆς Γραφῆς παραγγελμάτων ὡς ἄχρι λόγου μόνον φοβούντων, οὐ μὴν τὴν ἀπειλὴν προαγόντων εἰς τιμωρίαν. 1.12.2 Οἶδα γάρ, ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς τοιαύταις ὑπονοίαις δελεαζόμενοι ἀκώλυτον ἑαυτοῖς τοῦ ἁμαρτάνειν τὴν ἐξουσίαν χαρίζονται. Πᾶν δὲ τοὐναντίον παρὰ τῆς προκειμένης Γραφῆς διδασκόμεθα ὡς οὐδὲ συγγνώμη τις τῆς ἐκεῖ κρίσεως ἐπελαφρύνει τὴν κόλασιν, οὐδ' ἐλαττοῖ τὴν ὡρισμένην τιμωρίαν φιλανθρωπία, εἴ γε δεῖ ταῖς φωναῖς τοῦ πατριάρχου τεκμηριῶσαι τὸν λόγον. 1.12.3 Πολλὰ γὰρ ἱκετευθεὶς παρὰ τοῦ πλουσίου καὶ μυρίων ἐλεεινῶν ἐπακούσας φωνῶν οὔτε τοῖς ὀδυρμοῖς ἐπεκλάσθη οὔτε τῆς ὀδύνης ἐξείλετο τὸν πικρῶς μαστιζόμενον, ἀλλ' αὐστηρῷ δὲ τῷ φρονήματι τὴν δικαίαν κρίσιν ἐκύρωσεν εἰπών, ὅτι πρὸς ἀξίαν ἑκάστῳ διεκλήρωσεν ὁ Θεός· καὶ σοὶ μὲν ἐπὶ τοῦ βίου τρυφήσαντι κατὰ τῶν ἀλλο
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.