Unit 4 rem early
Rem early: Unit 4; lemma and argument toward the thesis.
Greek
τὸν νοῦν ἐπέστησας, ὅπως καὶ τὴν ἀλή θειαν οὐ προδίδωσιν ἐκ δειλίας καὶ τὴν πρὸς τὸν Ἀγρίππαν θεραπείαν τῇ παρρησίᾳ κεράσας τὸ τραχὺ κριτήριον ἐκμαλάσσει πρὸς ἀγαθότητα, ὥσπερ θηρία τινὰ κατεπᾴδων ταῖς τοῦ λόγου μεταχειρήσεσιν. 3.2.2 Προε φήτευσεν καὶ σήμερον Ζαχαρίας τῶν μεγάλων ἡμῖν μυστηρίων τοῦ Μονογενοῦς ὑπανοίγων τὴν θύραν διὰ τοῦ λίθου τὰς ἑπτὰ βολὰς τῶν ὀφθαλμῶν κεκτημένου, διὰ τῆς χρυσῆς λυχνίας, ἐφ' ἧς οἱ ἑπτὰ λύχνοι καὶ τὰ δύο στελέχη τῶν ἐλαιῶν. Πολλαὶ αἱ ἑξῆς Γραφαὶ πλούσιον τὸν θησαυρὸν τῆς ὠφελείας ἔχουσαι, αἷς ἐβουλόμην πάσαις ἐπελθεῖν καὶ δεῖξαι ὑμῖν τὴν τῆς πνευματικῆς πανηγύρεως εὐθηνίαν. 3.2.3 Ἐπείγει δέ με πρὸς τὴν ἔκτισιν τοῦ χρέους ἡ τῆς προτεραίας ὑπόσχεσις. Ἀρξάμενοι γὰρ πολλαῖς κατηγορίαις τῆς πλεονεξίας καθάπτεσθαι, ἐπειδὴ μὴ ἔφθημεν αὐτῆς γυμνῶσαι τὴν ματαιότητα, εἰς τὴν παροῦσαν ἡμέραν τὸν ἔλεγχον τῆς κατηγορίας ὑπερεθέμεθα. Ἀκούσατε οὖν καὶ γένεσθε εὐγνώμονες τῆς ἀληθείας κριταί ἐπειδὴ μήτε ἄλλοις τισίν, ἀλλὰ τῇ ἑαυτῶν σωτηρίᾳ δικάζετε, καὶ πάσας τὰς κατακρινούσας ψήφους ἐπὶ τὴν ὑπεύθυνον φέρετε, ἕκαστος τῆς ἰδίας ψυχῆς ὥσπερ οἰκίας ἢ πόλεως αὐτὴν ἀπελάσαντες. 3.3.1 Πλεονεξία τοίνυν ἐστὶν οὐ μόνον τῷ ἀργυρίῳ σὺν τοῖς ἄλλοις κτήμασιν ἐπιμαίνεσθαι καὶ βούλεσθαι τοῖς παροῦσι τὰ μὴ προσόντα συνάπτειν, ἀλλά, γενικώτερον εἰπεῖν, τὸ ἐπὶ παντὸς πράγματος πλέον ἔχειν βούλεσθαι τοῦ ὀφειλομένου καὶ ἐπιβάλλοντος. 3.3.2 Καὶ δὴ τοῦτο τὸ πλημμέλημα πρῶτος ἔπαθεν ὁ διάβολος, ἀρχάγγελος μὲν ὢν καὶ ἐπὶ τῆς καλλίστης ζωῆς καὶ τάξεως τεταγμένος, τυραννίδα δὲ καὶ ἐπανάστασιν κατὰ τῆς θεότητος ἐννοήσας, ὁ ματαιόφρων· εἶτα καταβλη θεὶς καὶ εἰς τὸν περίγειον τοῦτον ἀέρα καταπεσὼν κακὸς γείτων τῆς ἡμετέρας ζωῆς. 3.3.3 Οὔτε γοῦν κατέλαβεν ὃ ἐδίωκεν, τὴν θεότητα· καὶ ἀπώλεσεν ὃ ἐκέκτητο, τὸ ἀρχάγγελον· δοῦλος ἄπιστος ταῖς κατὰ μικρὸν τόλμαις εἰς λῃστὴν ἐξελθών· κύων τοῦ παρ' Ἕλλησιν μύθου καὶ τοῦ κρέως στερηθεὶς καὶ τῆς σκιᾶς οὐ δραξάμενος πῶς γάρ; ἀκαταλήπτου πράγματος. 3.3.4 Μετὰ τοῦτον ὁ πρῶτος ἄνθρωπος εἰς ἡδυπάθειαν δελεασθεὶς ἀπηγορευμένῃ βρώσει τὴν ἀθανασίαν ἀπώλεσεν, ὡς Ἡσαῦ ὕστερον διὰ φακὸν τὰ πρωτοτόκια. Καὶ τὰς διαλέκτους δὲ ταύτας καὶ τὰς πολλὰς τῶν ἀνθρώπων φωνὰς ἔρως τοῦ πλείονος εἰς τὸν βίον εἰσήγαγεν. Οἱ γὰρ τῇ ἀνθρωπικῇ εὐθηνίᾳ ὑπερμαζήσαντες, βατὸν δὲ ἑαυτοῖς ἔσεσθαι τὸν οὐρανὸν προσδοκήσαντες καὶ πύργον γελοῖον ἐπὶ τὴν ἐκείνου ματαιοποιοῦντες ἀνάβασιν, οὗτοι τοὺς ὁμοφώνους ἀνθρώπους ἑτερογλώσσους ἐποίησαν· καὶ τὸ πλέον οὗ εἶχον ζητοῦντες αὐτοί τε συνεχέθησαν καὶ τῷ γένει τῶν ἀνθρώπων κατέλιπον κάμνειν ἐν ἀκοαῖς ἀσήμων φωνῶν καὶ ἑρμηνειῶν ζητήσει. 3.3.5 Τί δὲ ὁ Φαραώ; Πόθεν ταῖς διαφοραῖς καὶ ποικίλαις περιέπεσε μάστιξιν; οὐ διὰ πλεονεξίαν καὶ τὸ βούλεσθαι κύριος εἶναι ξένου λαοῦ καὶ μηδαμόθεν τῇ ἐκείνου βασιλείᾳ προσήκοντος; Καὶ διὰ τοῦτο τοὺς ἀλλοτρίους οὐκ ἀφιεὶς τοὺς ἰδίους ἀπώλεσεν· τοὺς μὲν ἐν πληγῇ τῶν πρωτοτόκων, τοὺς δὲ ἐν τῇ διώξει τῇ κατὰ θάλασσαν. Ἀφίημι γὰρ ποταμοὺς εἰς αἷμα ῥυέντας καὶ βατράχων ἄπλετον γένεσιν καὶ βρούχου λύμην καὶ φλυκταινῶν ἐξάνθησιν καὶ τῶν τετραπόδων τὸν θάνατον καὶ πᾶσαν τὴν κάκωσιν, 12 ἣν Αἴγυπτος κατεδικάσθη διὰ τὴν πλεονεξίαν τοῦ ἄρχοντος. 3.3.6 Ἀλλαχοῦ πάλιν τέλος τῆς ἁμαρτίας κατέμαθον λέπραν ἀθρόον τῷ πλεονέκτῃ περιχεθεῖσαν. Καί μοι συνδιαμνημόνευσον, εἴ τις φιλοΐστωρ καὶ τῶν κατορθωμάτων Ἐλισσαίου φιλήκοος, ὅπως μὲν ὁ Σύρος Νεαιμὰν ἐκαθαρίσθη τῆς λέπρας ἐν τῷ Ἰορδάνῃ λουσάμενος, ὅπως δὲ μετῆλθεν τὸ πάθος εἰς Γιεζεῖ τὸ παιδάριον, νεάνισκον πλεονέκτην καὶ ἀφιλόσοφον, πνευματικὸν πωλήσαντα χάρισμα καὶ τὴν ἄμισθον ἰατρείαν τοῦ διδασκάλου. 3.3.7 Πόθεν ὁ Ἀβεσσαλὼμ πατραλοίας ἐγένετο, ὁ τοῦ πράου πατρὸς φλεγμαίνων καὶ θρασὺς νεάνισκος; οὐ πρὸ καιροῦ ζητήσας τὴν κληρονομίαν τῆς βασιλείας, ἐπιπηδήσας δὲ ἀλλοτρίοις ὡς ἅρπαξ; Τὸν Ἰούδα δὲ πάλιν, τί τοῦ καταλόγου τῶν μαθητῶν ἐξέβαλεν, ἐποίησεν δὲ προδότην ἀντ' ἀποστόλου; οὐ τὸ γαζοφυλάκιον πρῶτον ῥᾳδιουργούμενον, εἶτα ἡ κτῆσις τῆς ἀτίμου τιμῆς; Ἀνανίαν καὶ Σάπφειραν διὰ τί τραγῳδοῦσιν τῶν ἀποστόλων αἱ Πράξεις; οὐκ ἐπειδὴ τῶν ἰδίων ἐγένοντο κλέπται καὶ τῶν οἰκείων ἀναθημάτων ἱερόσυλοι; 3.3.8 Ἐπιλείψει με τάχα καὶ ἡ ἡμέρα τοὺς τῆς πλεονεξίας ὑπηρέτας ἀπαριθμούμενον. Ἀφέντες δὲ τὴν παλαιὰν ἱστορίαν τὴν πεῖραν ἐξετάσωμεν τὴν παρακο λουθοῦσαν τῷ βίῳ· οἷον οἶδεν θηρίον τὴν πλεονεξίαν καὶ ὧν ἂν λάβηται δυσαπάλλακτον, ἀκμάζον ἀεὶ καὶ οὐ
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.