Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; reading with the letter.
Greek
μαραινόμενον, συγγηράσκον δὲ τοῖς ἁλοῦσι καὶ εἰς τέλος συνόν. 3.4.1 Ὁ λάγνος καὶ σωμάτων ἐραστής, κἂν ἐπὶ πολὺ ταῖς ἐπιθυμίαις λυσσήσῃ, ἢ αὐτὸς εἰς πρεσβυτικὴν ἡλικίαν ἐλθὼν ἢ τὸ ποθούμενον ἑωρακὼς παλαιωθὲν καὶ τὸ ἄνθος ἀποβαλόν, στάσιν εὑρίσκει τῆς νόσου. Ὁ γαστρί μαργος ἀναχωρεῖ καὶ αὐτὸς τῆς φιληδονίας, ἢ τοῦ κόρου πληρώσαντος ἢ τῶν πεπτικῶν μορίων ἀσθενησάντων καὶ παυσάντων τὴν ἐπιτεταμένην ὄρεξιν. Ὁ φιλοδόξος πολλαῖς ἐγκομπάσας περιφανείαις τοῦ φανητιᾶν ἀπολήγει. 3.4.2 Ἡ δὲ τῆς πλεονεξίας νόσος κακόν ἐστιν δυσαπάλλακτον· καὶ ὥσπερ ὁ κίσσος οὗτος, τὸ εὐθαλὲς φυτὸν καὶ ἀείφυλλον, ἐπὶ τὰ παραπε φυκότα τῶν δένδρων ἀνέρπον ἰσχυρῶς περιελίττεται τοῖς ξύλοις ὧνπερ ἂν δράξηται, καὶ οὔτε πεπονθότων οὔτε ξηρανθέντων ἀναχωρεῖ, εἰ μή τις αὐτοῦ σιδήρῳ καθάπερ δράκοντος διατέμει τοὺς ἑλιγμούς, οὕτως οὐδὲ τοιούτου ψυχὴν ἐλευθερῶσαι ῥᾴδιον, εἴτε νεάζοντος τοῦ σώματος εἴτε καὶ ὑπομαρανθέντος, ἐὰν μή τις νηφάλαιος λογισμὸς ἐπελθὼν ὡς μάχαιρα διακόψῃ τὴν νόσον. 3.5.1 Τοῖς οἰκείοις ὁ πλεονέκτης ἐστὶν ἀηδής, οἰκέταις βαρύς, φίλοις ἄχρηστος, ξένοις δυσέντευκτος, γείτοσιν ὀχληρός, γυναικὶ μοχθηρὸς σύνοικος, παιδῶν φειδωλὸς καὶ μικρολόγος τροφεύς, ἑαυτοῦ κακὸς ἐπιστάτης, νύκτωρ φροντίζων, μεθ' ἡμέραν πεπυκνωμένος, διαλεγόμενος ἑαυτῷ κατὰ τοὺς ἐξεστηκότας ἢ παραφέροντας· πάντων εὐθηνούμενος καὶ στένων ὡς ἐνδεής, τῶν παρόντων οὐκ ἀπολαύων καὶ τὰ ἀπόντα ζητῶν, τοῖς ἰδίοις οὐ κεχρήμενος, ἐποφθαλμιῶν δὲ τοῖς ἀλλοτρίοις. 3.5.2 Πολύαρνον τοῦ τοιούτου τὸ ποίμνιον στενοῦν τοὺς σηκοὺς ἐφ' ὧν κατακλείεται, καλύπτον πεδιάδας ἐν αἷς νέμεται· κἂν εὔσαρκον ὀφθῇ τοῦ προσοίκου πρόβατον, ἀφεὶς τὴν ἰδίαν ἀγέλην τῷ ἑνὶ καὶ ἀλλοτρίῳ τῇ ἐπιθυμίᾳ προσκάθηται. Τὸ αὐτὸ ἐπὶ τῶν βοῶν, ὁμοίως ἐπὶ τῶν ἵππων, οὐκ ἄλλως ἐπὶ τῆς γῆς. Πάντα στενοχωρεῖ τὴν οἰκίαν καὶ οὐδὲν ἐν τῇ χρήσει· οὐδὲ γὰρ ἀπολαυστικὸν οἷον τε εἶναι τὸν ἄπληστον, ἀλλ' ἔστιν αὐτοῦ ἡ οἰκία τάφου παραπλησία. Ἰδοὺ γὰρ καὶ οἱ τάφοι γέμουσι πολλάκις ἀργύρου καὶ χρυσοῦ, ἀλλ' αἱ ὕλαι τοὺς χρωμένους οὐκ ἔχουσιν. Τὸ σῶμα οὐ τρέφεται, ψυχῆς οὐκ εὑρίσκεται κέρδος· οὐκ εὐθηνεῖ γὰρ ἐκ τῆς δεξίας ἐλεημοσύνη. 3.5.3 Τί τὸ τέλος τοῦ μόχθου, διδαξάτω μέ τις τῶν ταύτῃ προειλημμένων τῇ νόσῳ. Οἶδα δὲ πολλοὺς ἐγώ, γνωρίσας ἐπὶ τῆς πείρας, ὡς καὶ ἐν νόσοις μᾶλλον τῆς ὑγιείας ἀγαπῶσι τὰ χρήματα· κἂν μὲν ὁ ἰατρὸς διά τινος ὕλης εὐώνου τὸν τῆς θεραπείας εἰσηγήσηται τρόπον, οἷον διὰ σελίνου ἢ θύμου ἢ ἀνήθου, ὧν ἡ εὐπορία ἀδάπανος, εὐπειθῶς τῆς συμβουλῆς ὑπακούοντας· ἂν δέ τινος φαρμάκου γένηται μνήμη τῶν οἷα τὰ ποικίλα 13 καὶ πολυσύνθετα, καὶ ἐλθεῖν πρὸς τὸν φαρμακοπώλην ἢ τὸ μυροπώλιον κελευσθῶσιν, θᾶττον τὴν ψυχὴν ἀφίεντας ἢ λύοντας τὸ βαλάντιον. Γήϊνοι γὰρ ὄντες τὸ φρόνημα τὴν κτῆσιν τῶν γηΐνων ὑλῶν νομίζουσι τὴν ζωήν. 3.6.1 Τούτους λυποῦσιν ἄγαν καὶ αἱ κοιναὶ εὐπραγίαι, εὐφραίνουσι δὲ αἱ 3.6.1 περιστάσεις. Εὔχονται καὶ φόρων ἀνυποΐστων φοιτᾶν ἐπιτάγματα, ἵνα τόκοις πλεονάσωσι τὸ ἀργύριον· ἐπιθυμοῦσι βλέπειν τοὺς παρὰ τῶν δανειστῶν ἀγχομένους, ἵνα κτήσωνται τὸν ἀγρὸν ἢ τὸ σκεῦος ἢ τὸ ζῷον εὐώνως ἐκ τῆς ἀνάγκης ῥιπτούμενον. 3.6.2 Συνεχῶς δὲ καὶ πρὸς τὸν οὐρανὸν ἀναβλέπουσι κατὰ τοὺς φιλοσόφους, τοὺς τὰ μετέωρα φροντιστάς, οὐκ ἀστέρος ἐπιτολὴν ζητοῦντες, οὐδὲ τίς οἶκος ἕνα τῶν πλανητῶν ἔχει περισκοπούμενοι, ἀλλὰ τὴν τοῦ ἀέρος πολυπραγμονοῦντες κατάστασιν, εἰ τὰ προφαινόμενα σημεῖα ὄμβρων ἐπιρροὴν ἢ αὐχμὸν ἐπαγγέλλεται. Κἂν ἴδωσί τι τοῖς πολλοῖς δυσχερὲς προσδοκώμενον, εὐφραίνονται τῇ τῶν ἄλλων κακώσει. 3.6.3 Πάντα συνάγουσιν ἐν τοῖς ταμιείοις ἀσφαλῶς κατασημαίνοντες καὶ δισσοῖς κλείθροις κατασφαλίζονται· διαμετροῦντες ἀλήκτως ψηφίζουσιν. Ἀσχολουμένου δὲ τοῦ πλεονέκτου περὶ τὴν τοιαύτην ἐλπίδα καὶ τέως ὄναρ πλουτοῦντος ἐν τῇ σκιαγραφίᾳ τῶν ἐννοιῶν, ἐὰν ἐπιγένηται νέφος βαθύ, φοβεῖται ὡς κινδυνεύσων. Ἂν ψεκάδες τὴν γῆν ἐπιρραίνωσιν, ὑποδακρύειν ἄρχεται· ἂν δὲ καὶ ὑετὸς ἐπιγένηται ἀρκῶν τὸν αὐχμὸν ἐξιάσασθαι, πένθος τέλειον τὸ πρᾶγμα. 3.6.4 Περινοστεῖ λοιπὸν πᾶσι συσκοπούμενος περὶ τοῦ σίτου ὡς υἱοῦ κινδυνεύοντος, τίς ἴασις, τίς μηχανή, ἵνα πρὸς πολὺν αὐταρκέσῃ χρόνον, ἵνα τῶν σητῶν διαφύγῃ τὸ πάθος. Κἂν αἴσθηται καύσωνος, ὡς ἰατροὶ τοὺς διαφορουμένους διαπλώσας αὐτόν, καταμερίζει καὶ καταψύχει, μοχθῶν προσκαθέζεται, σκέπην κατὰ τὴν μεσημβρίαν
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.