Homiliae Unit 6 opening
Unit 6.
Lemma-led open — . . Τοῦ αὐτοῦ Ἀστερίου λόγος κατηγορικὸς τῆς ἑορτῆς τῶν Καλανδῶν . . ∆ύο κατὰ ταὐτὸν ἑορτα
Greek
4.t.1 Τοῦ αὐτοῦ Ἀστερίου λόγος κατηγορικὸς τῆς ἑορτῆς τῶν Καλανδῶν 4.1.1 ∆ύο κατὰ ταὐτὸν ἑορταὶ συνέδραμον ἐπὶ τῆς χθιζῆς καὶ τῆς ἐνεστώσης ἡμέρας, οὐ συμφωνοί τε καὶ ἀδελφοί, πᾶν δὲ τοὐναντίον ἐχθρῶς τε καὶ ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας. Ἡ μὲν γάρ ἐστιν τοῦ ἔξωθεν συρφε τοῦ, πολὺ συνάγουσα τοῦ μαμωνᾶ τὸ ἀργύριον καὶ τὴν ἄλλην καπηλείαν ἐφελκομένη, τὴν ἀγοραῖόν τε καὶ ἀνελεύθερον· ἡ δὲ τῆς ἁγίας καὶ ἀληθοῦς θρησκείας, οἰκείωσιν τὴν πρὸς Θεὸν καὶ τοῦ κεκαθαρμένου βίου τὴν ἀρετὴν ἐκπαιδεύουσα. 4.1.2 Ἐπειδὴ δὲ πολλοὶ προτιμῶντες τὴν ἐκ τῆς ματαιότητος τρυφὴν καὶ ἀσχολίαν ἀπελείφθησαν τοῦ κατὰ τὴν ἐκκλησίαν συλλόγου, φέρε, τὴν μωρὰν καὶ βλάπτουσαν τέρψιν λόγῳ τῶν ψυχῶν ἀπελάσωμεν, ὥσπερ τινὰ φρενῖτιν ἐν τῷ γελᾶν καὶ παίζειν τὸν θάνατον ἄγουσαν. 4.1.3 Ἐν καιρῷ δ' ἂν τὸν Σολομῶντα ζηλώσαιμι τῆς τοῦ λόγου μεταχειρήσεως. Καὶ γὰρ ἐκεῖνος συμβουλεύων τοῖς νέοις ἀσφαλῶς ἑαυτοὺς ἀπὸ τῶν παγίδων τῆς ἀκολασίας τηρεῖν, ἵνα δραστήριον καὶ ἐνεργῆ τὴν ἑαυτοῦ νουθεσίαν ἐργάσηται, προσωποποιεῖ τὴν ἀκολασίαν εἰς γυναῖκα κατεγνωσμένην· πᾶσαν δὲ τὴν κακίαν αὐτῆς στηλιτεύων οὕτως μίσους ἀξίαν ἀποφαίνει τοῖς δελεαζομένοις. 4.1.4 ∆ιὸ κἀγὼ τὴν ματαιότητα τῆς ἀνθρωπικῆς ἑορτῆς ὑποδείξας τῷ λόγῳ πειράσομαι 18 τοὺς ἐραστὰς ἐκείνης ἀποστῆσαι τῆς πεπλανημένης σπουδῆς. 4.2.1 Ἑορτῆς τοίνυν πανδήμου οὗτος ὁ θεσμὸς καὶ ὁ νόμος· πρῶτον μὲν φανερὸν σκοπὸν εἶναι τῆς πανηγύρεως, ἔπειτα κοινὴν εἶναι πάντων εὐφροσύνην καὶ μὴ μέρος μὲν ἥδεσθαι, τὸ δὲ λειπόμενον ἐν λύπῃ καὶ κατηφείᾳ διάγειν. Τοῦτο γὰρ πολέμου μᾶλλον ἢ ἑορτῆς ἐξαίρετον· ἐπειδήπερ ἐπάναγκες τοὺς μὲν κρατήσαντας ἐμπομπεύειν τῇ νίκῃ, τοὺς δ' ἡττηθέντας δακρύειν τὴν συμφοράν. 4.2.2 Ἐπὶ δέ γε τούτων τῶν ἡμερῶν, πρῶτον μὲν τὸ ἐπὶ τίσι τελεῖται ἡ πανήγυρις ἄδηλον. Μῦθοι γὰρ λέγονται πολλοί, ἀλλήλων ἀνατρεπτικοί· ἀληθὲς δὲ οὐδέν. Εἶτα ὀλίγους μὲν εὐφραινομένους βλέπω· ἀνιωμένους δὲ τοὺς πολλούς, κἂν εὐπρεπεῖ ἑτερότητι τὴν λύπην ἐπισκιάζωσιν· πάντα δὲ θορύβου γέμοντα καὶ ταραχῆς, καὶ τὸ πλῆθος πρὸς ἑαυτῷ εἰκῆ ὠθιζόμενον. 4.3.1 Ἀνάμνησίς ἐστιν καὶ εὐφροσύνη ἐνιαυτοῦ. Ποία εὐφροσύνη, ἄνθρωπε; Πρῶτον, ὅταν ἐννοήσω τῆς συντυχίας τὸ σχῆμα, οἷόν ἐστιν, καὶ ὅπως ὕποπτον καὶ οὐ φιλικόν! Ἀδρανεῖ τῇ φωνῇ καὶ λεπτῇ ἡ προσηγορία πρόεισι τῶν χειλέων· εἶτα ἀκολουθεῖ φίλημα τοῦ λήμματος προοίμιον, καὶ φιλεῖται μὲν τὸ στόμα, ἀγαπᾶται δὲ τὸ νόμισμα· τὸ σχῆμα διαθέσεως καὶ τὸ ἔργον πλεονεξίας. Ἔνθα δὲ καθαρὰ φιλία καὶ ἄδολος, ἄμισθοι καὶ ἀκερδεῖς εἰσιν αἱ φιλοφρονήσεις. 4.3.2 Περιφέρεται γοῦν πολὺ πανταχοῦ καὶ δίδοται τὸ χρυσίον, πρόφασις δὲ δικαία καὶ εὐπρεπὴς τοῦ λήμματος οὔτε ἔστιν οὔτε λέγεται. Γάμος οὐκ ἔστιν, ἵνα νυμφίου τις γαύρου καλέσῃ φιλοτιμίαν. Ἐλεημοσύνην οὐκ ἔχω καλεῖν τὴν δαπάνην· οὐδεὶς γὰρ πένης ἀφίεται συμφορᾶς. Συνάλλαγμα οὐκ ἄν τις καλέσειεν τὸ γινόμενον· οὐδὲν γὰρ διαμείβουσι πρὸς ἀλλήλους τὸ πλῆθος. ∆ωρεὰν δὲ εἰπεῖν, οὐδὲ μέχρις ὅτου δίκαιον, ἔνθα συνέζευκται ἀνάγκη τῇ δόσει. 4.3.3 Τί τοίνυν ἢ τὴν ἑορτὴν καλέσωμεν ἢ τὰ ἐν ταύτῃ δαπανώμενα; Ἐγὼ μὲν οὐχ εὑρίσκω. Εἴπατε δέ, οἱ περὶ αὐτὴν ἐσπου δακότες· δότε λόγον, ὡς ἡμεῖς τῶν ἀληθινῶν καὶ κατὰ Θεὸν πανηγύρεων. Γενέθλιον ἑορτάζομεν, ἐπειδὴ τὰ ἐν σαρκὶ θεοφάνια κατὰ τοῦτον τὸν χρόνον ἔδειξεν ἡμῖν ὁ Θεός. Φῶτα πανήγυριν ἄγομεν, ἐπειδὴ τῇ τῶν ἁμαρτημάτων ἀφέσει οἷον ἐκ σκοτεινοῦ τινος δεσμωτηρίου τοῦ προτέρου βίου πρὸς τὸν φωτεινὸν καὶ ἀνεύθυνον ἀναγόμεθα. 4.3.4 Καλλωπιζόμεθα πάλιν καὶ χαίροντες ἐμπομπεύομεν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως· τὴν γὰρ ἀφθαρσίαν ἡμῖν καὶ τὴν πρὸς τὸ κρεῖττον δηλοῖ μετακόσμησιν. Οὕτως ταύτας
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.