Unit 6 rem early
Rem early: Unit 6; lemma and argument toward the thesis.
Greek
ἑορτάζομεν, οὕτως τὰς ἐφεξῆς· καὶ παντὸς ἀνθρωπικοῦ πράγματος λόγος ἡγεῖται· οὗ δὲ αἰτία καὶ σκοπὸς ἄπεστιν, λῆρος τοῦτο καὶ φλήναφος. 4.4.1 Ὢ τῆς ἀτοπίας! Πάντες κεχηνότες περινοστοῦσι, τὰ παρ' ἀλλήλων 4.4.1 ἐλπίζοντες. Οἱ δόντες λυποῦνται, οἱ λαβόντες οὐ κατέχουσι. Μεταβαίνει γὰρ εἰς ἀλλήλους τὸ λῆμμα καὶ ὁ παρὰ τοῦ ὑπευθύνου δεξάμενος δίδωσι τῷ μείζονι. Ἄστατον δέ ἐστιν τὸ τῆς ἡμέρας ταύτης χρυσίον, ὥσπερ ἡ τῶν παιζόντων σφαῖρα, ὀξέως παρ' ἐμοῦ πεμπόμενον πρὸς τὸν ἕτερον. 4.4.2 Καὶ καινὸς δωροφορίας καὶ λειτουργίας τρόπος, ἀπαραίτητον ἔχων τῆς ἀνάγκης τὴν εἰσφοράν. Ὁ γὰρ μείζων καὶ ἔνδοξος δυσωπεῖ, ὁ ἐλάττων αἰτεῖ, καὶ πάντες βαθμοῖς ἐπὶ τοὺς κόλπους τῶν ὑπερεχόντων κινοῦνται. Καὶ ὅπερ ἐπὶ τῆς συρροίας τῶν ὑδάτων γίνεται, τοῦτο νῦν ἔστιν ἰδεῖν. 4.4.3 Καὶ γὰρ ἐκεῖ λεπτὸς ῥύαξ ἀπορρεύσας τοὺς ῥοῦς τῷ μετ' αὐτὸν καὶ μείζονι μίγνυται· κἀκεῖνος καλύπτεται πάλιν παρὰ τοῦ μᾶλλον πλημμυροῦντος καὶ πολλὰ λεπτότερα ῥεύματα ἀθροισθέντα ποταμοῦ γείτονος προσθήκη γίνονται· οὗτος πάλιν ἑτέρου τοῦ μείζονος καὶ ἄλλος ἄλλου, μέχρις ἂν ὁ τελευταῖος τῷ βάθει καὶ τῷ πλάτει τῆς θαλάσσης ἐγκαθορμίσῃ τὸ ὕδωρ. 4.4.4 Ἑορτὴ αὕτη ψευδώνυμος, ἐπαχθείας γέμουσα· καὶ γὰρ ἡ πρόοδος ἐπαχθὴς καὶ ἡ ἔνδον μονὴ οὐκ ἀνενόχλητος. ∆ημόται γὰρ ἀγύρται καὶ οἱ τῆς ὀρχήστρας θαυματοποιοὶ εἰς τάξεις καὶ συστήματα ἑαυτοὺς καταμερίσαντες ἑκάστην οἰκίαν διοχλοῦσιν· καὶ δῆθεν μὲν εὐφημοῦσι καὶ ἐπικροτοῦσιν, μένουσι δὲ πρὸς ταῖς πύλαις τῶν πρακτήρων εὐτονώτερον, μέχρις ἂν ἀποκναισθεὶς ὁ ἔνδον 19 πολιορκούμενος προῆται τὸ ἀργύριον ὅπερ ἔχει καὶ ὃ οὐ κέκτηται. 4.4.5 Ἀμοιβαδὸν δὲ προσιόντες ταῖς θύραις ἀλλήλους διαδέχονται καὶ μέχρις δείλης ὀψίας ἄνεσις οὐκ ἔστιν τοῦ κακοῦ, ἀλλὰ φατρία φατρίαν καταλαμβάνει καὶ βοὴ βοὴν καὶ ζημία ζημίαν. 4.5.1 Αὕτη ἡ βελτίστη ἑορτὴ καὶ δανεισμάτων αἰτία γίνεται τοῖς ἀνθρώ ποις, καὶ τούτων ἐντόκων· ἀφορμὴ πενίας, δυστυχημάτων ἀρχή. Ἂν δέ τις διὰ τὸ τῆς οὐσίας ἀναξιόπιστον μηδὲ τοῦ δανείζοντος εὐπορήσῃ, ἕλκεται ὡς ὁ τοὺς φόρους τοὺς βασιλικοὺς ἐλλιπών, δακρύει ὡς ὁ δημευό μενος, ὀλοφύρεται ὡς ὁ λῃσταῖς περιπεσών, φρουρεῖται, μαστίζεται. 4.5.2 Ἂν δέ τι μικρὸν ὑπάρχῃ κατὰ τὴν οἰκίαν εἰς διατροφὴν γαμετῆς καὶ παίδων ἀθλίων, τοῦτο προΐεται· κάθηται δὲ λιμώττων παγγενεὶ ἐπὶ τῆς φαιδρᾶς ἑορτῆς. Καινὸς κακῆς συνηθείας νόμος, ἀηδίαν ἑορτάζεσθαι καὶ ἀπορίαν ἀνθρώπων πανήγυριν λέγεσθαι. 4.6.1 Αὕτη ἡ ἡμέρα καὶ τοὺς μικροὺς παῖδας καὶ ἀφελεῖς καὶ ἁπλοϊκοὺς φιλαργύρους εἶναι διδάσκει καὶ παρασκευάζει οἰκίαν ἀμείβειν ἐξ οἰκίας καὶ δῶρα προσφέρειν καινά, ὀπώρας ἀργυρίῳ καθηλωμένας. Ἔστιν δὲ ἡ δόσις τοῦ διπλοῦ ἀντίδοσις καὶ τὸ καπηλικὸν καὶ ἀνελεύθερον ἐντεῦθεν ἄρχεται ἁπαλοῖς τοῖς φρονήμασιν ἐντυποῦσθαι τῶν νέων. 4.6.2 Τοὺς δὲ ἱεροὺς καὶ βελτίστους γεωργοὺς οἷα διατίθησιν αὕτη ἡ ἡμέρα! Φευκτὴν αὐτοῖς καὶ ἄβατον τὴν πόλιν ἐργάζεται· καὶ μᾶλλον αὐτὴν ἀποδιδράσκου σιν ἢ οἱ λαγοὶ τὰ δίκτυα. Οἱ γὰρ εὑρισκόμενοι μαστίζονται, παροινοῦνται, ἀπολλύουσιν τὰ ἐν χερσίν, ἐν εἰρήνῃ πολεμοῦνται, ἐπιχλευάζονται, κωμῳδοῦνται λόγοις καὶ ἔργοις·
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.